Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

νυνὶ δὲ τὰ ὀνόματα ἐπέξιμεν τῶν κινήσεων κατʼ ἰδέαν ἄλλου καὶ ἄλλου στρατοπέδου, καὶ τὸν νοῦν ἑκάστου τοῦ ὀνόματος.

καλεῖται δὲ τὸ μέν τι κλίσις, καὶ ταύτης ἰδέαι δισσαί, ἣ μὲν ἐπὶ δόρυ, ἣ δʼ ἐπʼ ἀσπίδα· τὸ δὲ μεταβολή, τὸ δέ τι ἐπιστροφή, καὶ ἀναστροφὴ ἄλλο. καὶ περισπασμὸς δέ τι ὀνομάζεται, καὶ ἐκπερισπασμὸς ἄλλο, καὶ στοιχεῖν καὶ ζυγεῖν, καὶ ἐς ὀρθὸν ἀποδοῦναι καὶ ἐξελίσσειν καὶ διπλασάζειν.

λέγεται δέ τις καὶ ἐπαγωγή, καὶ δεξιὰ παραγωγή, καὶ ἄλλη εὐώνυμος παραγωγή, καὶ πλαγία δὲ φάλαγξ ἐστί τις, καὶ ὀρθία φάλαγξ ἄλλη, καὶ λοξὴ φάλαγξ, καὶ παρεμβολή, ἔτι γε μὴν πρόσταξις καὶ ἔνταξις καὶ ὑπόταξις.

κλίσις μὲν δή ἐστιν ἡ κατʼ ἄνδρα κίνησις, καὶ τῆς κλίσεως ἐπὶ δόρυ μὲν καλεῖται ἡ ἐς τὰ δεξιά, ἵναπερ τὸ δόρυ ἐστὶ τῷ ὁπλίτῃ, ἐπʼ ἀσπίδα δὲ ἡ ἐπὶ τὰ λαιά, ἵνα φέρει τὴν ἀσπίδα.

καὶ εἰ μὲν ἁπλῆ ἡ κλίσις, ἐς τὰ πλάγια μόνον παράγει τὴν ὄψιν· εἰ δὲ διπλῆ γίγνοιτο, ἀποστρέφει τὴν ὄψιν ἐς τὸ κατόπιν. τουτὶ δὲ ἤδη μεταβολὴ καλεῖται.

ἐπιστροφὴ δέ ἐστιν, ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἑνὸς ἀνδρὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα ἐγκλίνωμεν, καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιελιχθέντος, καὶ μεταλαβόντος τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶν τε ἐπιστατῶν καὶ παραστατῶν.