Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

καθʼ ἕκαστον οὖν τῶν πρωτοστατῶν ἓξ σάρισαι προβεβλημέναι ἦσαν, ἐν κύκλῳ ἐφεξῆς ὑποβαίνουσαι, ὥστε ἕκαστον ὁπλίτην ἓξ σαρίσαις πεφράχθαι καὶ ταῖς δυνάμεσιν ἐπερείδειν ὅποι ἐπιβρίσειαν. καὶ οἱ τῷ ἕκτῳ δʼ ἐφεστηκότες εἰ καὶ μὴ αὐταῖς ταῖς σαρίσαις ἀλλὰ τῷ γε βάρει τῶν σωμάτων συνεπήρειδον τοῖς πρὸ σφῶν τεταγμένοις, ὡς τήν τε ἐμβολὴν τὴν ἐς τοὺς πολεμίους τ̔??ʼς φάλαγγος οὐ φορητὴν γίγνεσθαι, καὶ τοῖς πρωτοστάταις αὖ ἄπορον τὴν φυγήν.

τοὺς δὲ οὐραγοὺς οὐχ οὕτω τι κατʼ ἀλκὴν ὡς κατὰ σύνεσιν καὶ ἐμπειρίαν τῶν πολεμικῶν ἐπιλέκτους χρὴ εἶναι, ὡς ἐπιμέλεσθαι τοῦ στοιχεῖν τὰ ζυγὰ καὶ τοῖς ἐθελοκακοῦσι μὴ ἐφιέναι ἀποδιδράσκειν ἔξω τῆς τάξεως. ὅπου τε συνασπισμοῦ δεήσειεν, οὗτός ἐστιν ὁ μάλιστα ἐς πυκνότητα τοὺς πρὸ ἑαυτοῦ τεταγμένους συνάγων, ὃ τὴν πᾶσαν ἰσχὺν τῷ συντάγματι τούτῳ παρέχεται.