Periplus Ponti Euxini

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἐκ δὲ Καλοῦ λιμένος ἐς Ταμυράκην τριακόσιοι· ἔσω δὲ τῆς Ταμυράκης λίμνη ἐστὶν οὐ μεγάλη. καὶ ἔνθεν ἐς τὰς ἐκροὰς τῆς λίμνης ἄλλοι τριακόσιοι. ἐκ δὲ τῶν ἐκροῶν τῆς λίμνης ἐς Ἠϊόνας στάδιοι ὀγδοήκοντα καὶ τριακόσιοι. καὶ ἔνθεν ἐς ποταμὸν Βορυσθένην πεντήκοντα

καὶ ἑκατόν. κατὰ δὲ τὸν Βορυσθένην ἄνω πλέοντι πόλις Ἑλλὰς ἄνομα Ὀλβία πεπόλισται. ἀπὸ δὲ Βορυσθένους σθένους ἐπὶ νῆσον σμικράν, ἐρήμην καὶ ἀνώνυμον, στάδιοι ἑξήκοντα. καὶ ἔνθεν ἐς Ὀδησσὸν ὀγδοήκοντα. ἐν Ὀδησσῷ ὅρμος ναυσίν. ἀπὸ δὲ Ὀδησσοῦ ἔχεται Ἰστριανῶν λιμήν. στάδιοι ἐς αὐτὸν πεντήκοντα καὶ διακόσιοι.

ἐνθένδε ἔχεται Ἰσιακῶν λιμήν. στάδιοι ἐς αὐτὸν πεντήκοντα. καὶ ἔνθεν ἐς τὸ Ψιλὸν καλούμενον στόμα τοῦ Ἴστρου διακόσιοι καὶ χίλιοι. τὰ δὲ ἐν μέσῳ ἔρημα καὶ ἀνώνυμα.

κατὰ τοῦτο μάλιστα τὸ στόμα ἐπʼ εὐθὺ πλέοντι ἀνέμῳ ἀπαρκτίᾳ ἰδίως τό πέλαγος νῆσος πρόκειται, ἥντινα οἳ μὲν Ἀχιλλέως νῆσον, οἳ δὲ Δρόμον Ἀχιλλέως, οἳ δὲ Λευκὴν ἐπὶ τῆς χρόας ὀνομάζουσιν. ταύτην λέγεται Θέτις ἀνεῖναι τῷ παιδί, καὶ ταύτην οἰκεῖν τὸν Ἀχιλλέα. καὶ νεώς ἐστιν ἐν αὐτῇ τοῦ Ἀχιλλέως, καὶ ξόανον τῆς παλαιᾶς ἐργασίας.

ἡ δὲ νῆσος ἀνθρώπων μὲν ἐρήμη

p.101
ἐστίν, νέμεται δὲ αἰξὶν οὐ πολλαῖς. καὶ ταύτας ἀνατιθέναι λέγονται τῷ Ἀχιλλεῖ ὅσοι προσίσχουσι. καὶ ἄλλα πολλὰ ἀναθήματα ἀνάκειται ἐν τῷ νεῷ, φιάλαι καὶ δακτύλιοι καὶ λίθοι τῶν πολυτελεστέρων, καὶ ἐπιγράμματα, τὰ μὲν Ῥωμαῖκῶς τὰ Ἑλληνικῶς πεποιημένα ἐν ἄλλῳ καὶ ἄλλῳ μέτρῳ, ἔπαινοι τοῦ Ἀχιλλέως. ἔστιν δὲ ἃ καὶ