Periplus Ponti Euxini

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

οὗτος ὁ ποταμὸς πάλαι μὲν ὅρος ἦν τῆς Κροἵ??ʼου βασιλείας καὶ τῆς Περσῶν, νῦν δὲ ὑπὸ τῇ Ῥωμαίων ἐπικρατείᾳ ῥεῖ, οὐκ ἀπὸ μεσημβρίας, ὡς λέγει Ἡρόδοτος, ἀλλʼ ἀπὸ ἀνίσχοντος ἡλίου. καθʼ ὅ τι δὲ ἐσβάλλει ἐς τὸν Πόντον, ὁρίζει τὰ Σινωπέων καὶ Ἀμισηνῶν ἔργα.

ἀπὸ δὲ Ἅλυος ποταμοῦ ἐς Ναύσταθμον στάδιοι ἐνενήκοντα,

p.97
ἵναπερ καὶ λίμνη ἐστίν. ἐνθένδε ἐς Κωνώπιον ἄλλην λίμνην ἄλλοι αὖ πεντήκοντα. ἀπὸ σὲ Κωνωπίου ἐς Εὐσήνην ἑκατὸν καὶ εἴκοσιν. ἐνθένδε ἐς Ἀμισὸν

ἑκατὸν καὶ ἑξήκοντα. Ἀμισός, πόλις Ἑλληνίς, Ἀθηναίων ἄποικος, ἐπὶ θαλάσσῃ οἰκεῖται. ἀπὸ δὲ Ἀμισοῦ ἐς Ἀγκῶνα λιμένα, ἵναπερ καὶ ὁ Ἶρις ἐσβάλλει ἐς τὸν Πόντον, στάδιοι ἐξήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ τοῦ Ἴριος τῶν ἐκβολῶν ἐς Ἡράκλειον ἑξήκοντα καὶ τριακόσιοι· ὅρμος ναυσίν. ἐνθένδε ἐπὶ τὸν Θερμώδοντα ποταμὸν τεσσαράκοντα. οὗτος ὁ Θερμώδων ἐστίν, ἵναπερ αἱ Ἀμαζόνες οἰκῆσαι λέγονται. ἀπὸ δὲ Θερμώδοντος ἐς Βῆριν ποταμὸν στάδιοι ἐνενήκοντα.

ἐνθένδε ἐς Θόαριν ποταμὸν ἐξήκοντα. ἀπὸδὲ Θοάριος ἐς Οἰνόην τριάκοντα. ἀπὸ Οἰνόης ἐς Φιγαμοῦντα ποταμὸν τεσσαράκοντα. ἐνθένδε ἐς Φαδισάνην φρούριον πεντήκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Πολεμώνιον

πόλιν στάδιοι δέκα. ἀπὸ Πολεμωνίου ἐς ἄκραν Ἰασόνιον καλουμένην στάδιοι τριάκοντα καὶ ἑκατόν. ἐνθένδε ἐς Κιλίκων νῆσον πεντεκαίδεκα στάδιοι. ἀπὸ