Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

τράχηλος δὲ μακρός τε ἔστω καὶ περιφερὴς καὶ ὑγρός· ὥστε εἰ ἀντιτείνοις ἀπὸ τῶν δεραίων τὰς κύνας ἐς τοὐπίσω, ἐπικεκλάσθαι δοκεῖν τὸν τράχηλον διʼ ὑγρότητα καὶ μαλθακότητα.

στήθη δὲ πλατέα ἀμείνω τῶν στενῶν, καὶ τὰς ὠμοπλάτας διεστώσας ἐχόντων καὶ μὴ συμπεπηγυίας ἀλλʼ ὡς οἷόν τε λελυμένας ἀπʼ ἀλλήλων. σκέλη στρογγύλα ὀρθὰ εὐπαγῆ, πλευρὰς γενναίας· ὀσφὺν πλατεῖαν ἰσχυράν, μὴ σαρκώδη ἀλλὰ νεύροις πεπηγυῖαν. λαγόνας ἀνειμένας, ἰσχία μὴ συνδεδεμένα, κενεῶνας

p.63
λαγαρούς. οὐρὰς λεπτὰς μακράς, δασείας τὴν τρίχα, ὑγρὰς εὐκαμπεῖς, τὸ ἄκρον τῆς οὐρᾶς δασύτερον.

ὑποκώλια μακρὰ εὐπαγῆ. σκέλη δὲ εἰ μὲν τὰ ὀπίσθια ἔχοιεν μείζω τῶν ἔμπροσθεν, τὰ ὄρθια ἂν μεταθέοιεν ἄμεινον· εἰ δὲ τὰ ἔμπροσθεν τῶν ὀπισθίων. τὰ κατάντη·

εἰ δʼ ἴσα εἴη ἄμφω, τὰ πεδινά. ἐπεὶ δὲ χαλεπώτερον ἐν ὀρθίῳ μὴ ἡττηθῆναι λαγῶ, ὅτι καὶ ὁ λαγὼς τὰ ὄρθια θεῖ ἄμεινον, ἐκεῖναι δοκοῦσιν γενναιότεραι αἱ κύνες, ὅσαι τὰ ὄπισθεν μείζω ἔχουσιν τῶν ἔμπροσθεν· πόδες δὲ οἱ περιφερεῖς καὶ στερροὶ κράτιστοι.

τὰ δὲ χρώματα οὐδὲν διοίσει ὁποῖα ἂν ἔχωσιν, οὐδʼ εἰ παντελῶς εἶεν μέλαιναι ἢ πυρραὶ ἢ λευκαί· οὐδὲ τὸ ὄντα ἔστω στιλπνὰ καὶ καθαρά, καὶ ἡ θρίξ, εἴτε οὖν τοῦ δασέος γένους εἴτε τοῦ ψιλοῦ τύχοιεν αἱ κύνες, λεπτὴ ἔστω καὶ πυκνὴ καὶ μαλθακή.

κράτιστοι δὲ ἄρρενες μέν, ὅσοι μεγάλοι τε καὶ εὐπαγεῖς ὄντες ὑπὸ ὑγρότητος θηλείαις ἐοίκασιν· θήλειαι δέ, ὅσαι διά τὸ γενναῖον καὶ μυῶδες τοῦ σώματος ἄρρεσιν.

τοῦ μὲν δὴ σώματος ταῦτά τις ἂν δοκεῖ μοι ἐπισκοπῶν ἀποχρῶντα τεκμήρια ποιεῖσθαι ἐς γενναιότητα, καὶ τὰ ἐναντία τοῦ ἐναντίου. οὐ μείω δὲ καὶ ἡ γνώμη τῶν κυνῶν ἐς ἑκάτερα τεκμηριοῦσθαι παρέξει τῷ ὡς χρὴ ὁρῶντι.