Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

καὶ εἰσὶν αἱ κύνες αὗται ὅ τι περ αἱ ἄρκυς τῷ Ξενοφῶντι ἐκείνῳ. ἀλλʼ ἄτακτοί τε οὕτω γίγνονται οἱ δρόμοι καὶ ὁ λαγώς, εἰ καὶ πάνυ ἀγαθὸς ὢν τύχοι, τὰ πολὺ ὑπὸ τῆς κλαγγῆς τῶν κυνῶν ἐκπλήσσεται, καὶ εἰ μὴ πρὸ πολλοῦ τύχοι προπηδήσας, ὡς καταστῆναι αὐτῷ τὴν γνώμην, ἁλίσκεται εὐμαρῶς, ἔκφρων γενόμενος.

χρὴ

p.72
οὗν ὅστις ἐπιλύει κύνα ἀγαθήν, μὴ ἐφεῖναι ἔτι θορυβουμένῳ, ἀλλʼ ἐάσαντα ἐξελιχθῆναι τοὺς ἑλιγμοὺς τοὺς πρώτους, οὕτω μεθεῖναι τὴν κύνα, εἰ μὴ διαφθεῖραι ἐθέλει τὴν θέαν.