Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ὅσοις δὲ οὐκ εἰσιν οἱ κατοπτεύσοντες, οἵ μὲν αὐτῶν

p.71
πλείους συνθήρους συναγαγόντες ἐξίασιν ἐφʼ ἵππων, καὶ τὰ ὕποπτα ἐπερχόμενοι, ὅπου ἂν τύχῃ ἐξεγερθεὶς λαγώς, μεθιᾶσιν τὰς κύνας· ὅσοι δέ τι μᾶλλον αὐτουργοί εἰσιν κυνηγεσίων, πεζοὶ ἐξίασιν, εἷς δέ τις αὐτοῖς ἐφʼ ἵππου ἐφομαρτεῖ, καὶ οὗτος διώκειν τέτακται ἅμα ταῖς κυσίν.

ἐκπεριίασιν δὲ ἐπὶ μετώπου ταχθέντες· ἔπειτα ἐπʼ εὐθείας προελθόντες, ὅσον σύμμετρον διανῦσαι, ἐπιστρέψαντες αὖ ἀνακάμπτουσιν παρὰ τὰ αὐτὰ διὰ τῶν αὐτῶν, μηδὲν ἐς δύναμιν παραλείποντες τῶν ὑπόπτων.

χρὴ δὲ εἰ πλείους κύνας ἐπαγάγοιντο, μὴ εἰκῇ τεταγμένους ἰέναι· εἰ γάρ τοι ἐξεγερθείη τῆς εὐνῆς λαγώς, οὐκ ἔστιν ὅστις ἂν ἀπόσχοιτο μὴ οὐκ ἐφεῖναι τὴν ἑαυτοῦ κύνα, ὃ μὲν ἐπιθυμίᾳ τοῦ θέουσαν ἰδεῖν τὴν αὑτοῦ ἕκαστος, ὃ δέ τις ἐκπλαγεὶς πρὸς τὴν βοὴν καὶ ἔκφρων γενόμενος· ἁλίσκοιτό τε ἂν ἄνευ ἀγῶνος λαγὼς ὑπὸ θορυβούντων κυνῶν, καὶ τοῦ θεάματος ὅ τι περ ὄφελος ἀπολλύοιτο.

ἀλλʼ ἄρχοντα χρὴ ἐπιτετάχθαι τῇ θήρᾳ, καὶ οὗτος συνδυαζέτω τὰς κύνας, καὶ ταττέτω ὡς εἰ μὲν ταύτῃ πηδήσειεν, σὺ καὶ σὺ ἐπιλύειν, ἄλλος δὲ μὴ λυέτω· εἰ δὲ ταύτῃ, αὖ σὺ καὶ σύ. οἳ δὲ ἐμπεδούντων τὸ ταχθέν.