Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἔχουσαν δὲ τὴν κύνα ἢ καὶ ἄλλως κρατήσασαν τῷ δρόμῳ καταπηδήσαντα ἀπὸ τοῦ ἵππου καταψᾶν χρὴ ἐπευφημοῦντα, καὶ τὴν κεφαλὴν φιλεῖν, καὶ τὰ ὦτα ἀποτείνειν, καὶ ὀνομαστὶ ἐπιλέγειν “εὖγε ὦ Κιρρά, εὖγε ὦ Βόννα, καλῶς γε ὦ Ὁρμή,” καὶ ὅ τι περ ἄλλο ἑκάστῃ ὄνομα αὐτὰ τοῦτο ἀνακαλοῦντα· χαίρουσιν γὰρ ἐπαινούμεναι, καθάπερ τῶν ἀνθρώπων οἱ γενναῖοι. ἣ δὲ εἰ μὴ τύχοι ἀπηγορευκυῖα, πρόσεισιν ἐπιμειδιῶσα καὶ φιλοφρονουμένη.

ἀγαθὸν δὲ ἐπὶ τούτῳ καὶ καλινδεῖσθαι τὴν κύνα, καθάπερ τοὺς ἵππους ὁρῶμεν· δῆλον γὰρ ὅτι μὴ ἀπηγόρευσεν ὑπὸ τοῦ δρόμου, καὶ ἅμα τὸν κάματον παύει αὐτῶν.