Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἐξάγειν δὲ ἐπὶ θήραν ἦρος μὲν καὶ φθινοπώρου θαμινά· ἀσφαλέσταται γὰρ αἱ ὧραι αὗται ταῖς κυσίν.

θέρους δὲ ὀλιγάκις καὶ τὸ πολὺ διαλείποντα, εἰ πνῖγος εἴη· οὐ γὰρ ἀνέχονται καύματος αἱ κύνες, ἀλλὰ πολλαὶ ἤδη διώξασαι ἀνὰ κράτος ἀπεπνίγησαν ὑπὸ τοῦ ἄσθματος.

τούτου δὴ ἕνεκα φέρειν χρὴ ᾠὰ τὸν κυνηγέτην, ὥστε, εἰ ὑπερασθμαίνοι ἡ κύων, καθιέναι ἀθρόα· οὐ γάρ ἐστιν ὅ τι μᾶλλον ἀναψύχει τε αὐταῖς τὸ καῦμα καὶ τὸ ἄσθμα ἀμπαύει.

εἰ δὲ πίοι ἀθρόον ὑπερασθμαίνουσα, καὶ τοῦτο οὐκ ἀσφαλές. τούτων δὴ ἕνεκα χρὴ φυλάσσεσθαι ἐν καύματι ἐξάγειν.

καὶ χειμῶνος δὲ μὴ ἐξάγειν, εἰ τὸ κρύος τύχοι χαλεπόν, καὶ πολὺ δὴ μάλιστα, εἰ πεπηγυῖα ἡ γῆ τύχοι· ἀποκαίονται γὰρ ἐν τῷ κρυστάλλῳ αἱ κύνες, καὶ τοὺς ὄνυχας ἔστιν αἳ ἀπολλύουσιν, καὶ τὰ νέρθεν τῶν ποδῶν αὐταῖς ῥήγνυται.

εἰ δὲ εὐψυχότεραι εἶεν, θραύοιεν ἂν περὶ τῷ κρυστάλλῳ τὰ ὀστᾶ τῶν ποδῶν ἀφειδῶς θέουσαι. ὁ δὲ λαγὼς

p.68
κοῦφός τέ ἐστιν καὶ δασεῖς ἔχει τοὺς πόδας, ὥστε ἀλύπως θεῖν ἐν τῷ πάγῳ.

χρὴ δὲ ὅστις κύνας ἀγαθὰς ἔχει μήτε ἐγγύθεν ἐπιλύειν τῷ λαγῷ μήτε πλείους δυοῖν· καὶ γὰρ εἰ πάνυ ὠκὺς τύχοι καὶ πολλὰς πολλάκις κύνας διαπεφευγώς, ἀλλά γε ἐξ εὐνῆς ἀνιστάμενον καὶ σὺν βοῇ ἐπικειμένων ἐκπλαγῆναι ἀνάγκη καὶ πατάσσειν αὐτῷ τὴν καρδίαν. καὶ ἐν τούτῳ πολλάκις γενναῖοι λαγῲ ἀκλεῶς ἀπώλοντο, μηδὲν μήτε δράσαντες μήτε ἀποδειξάμενοι μνήμης ἄξιον. ἐᾶν δὴ ὑπεκφυγεῖν ἀπὸ τῆς εὐνῆς καὶ ἀναθαρρῆσαι.

ὃ δέ, εἰ τύχοι δρομικός, ἐπαρεῖ εὐθὺς τὰ ὦτα καὶ μεγάλα ἀπὸ τῆς εὐνῆς πηδήσεται· οἳ δὲ διαρρίψαντες τὰ μέλη, καθάπερ οἱ σκιρτῶντες, ἀπευθυνοῦσιν τὸν δρόμον. καὶ τότε ἄρα ἐστὶν τὸ θέαμα ἄξιον τῶν πόνων, ὅσους ἐπὶ ταῖς κυσὶν πονεῖν ἀνάγκη.