Cynegeticus

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ὁμοῦ δὲ γυμνάζεσθαι. πολλὰς δὲ μὴ λύειν ἐν ταὐτῷ· ἐμπίπτουσαι γὰρ ἀλλήλαις ἔστιν ὅτε μεγάλα κακὰ ἐργάζονται.

ἀλλὰ μηδὲ σκληρὰν κύνα καὶ πεπηγυῖαν ἅμα τῇ σκυλακευομένῃ λυέτω· βαρεῖα γὰρ αὕτη καὶ ἀνιαρὰ συμφέρεσθαι, καὶ διώκουσά τε αἱρεῖ καὶ ἀποφεύγουσα ἀπολείπει εὐμαρῶς, ὥστε ἀθυμεῖν ἀνάγκη τὸ σκυλάκιον ἐν ἑκατέρῳ μεῖον φερόμενον.

ἀλλὰ μηδὲ ὅσαι διεχθρεύουσιν ἀλλήλαις, μηδὲ ταύτας λύειν ὁμοῦ, ὡς μὴ λυμαίνωνται ἀλλήλας· εἰσὶν γάρ τοι κύνες ἐχθραὶ ἀλλήλαις καὶ ἄφιλοι, καθάπερ ἄνθρωποι, καὶ μάλιστα δὴ οἵ τε ἄρρενες τοῖς ἄρρεσιν καὶ αἱ θήλειαι

p.67
ταῖς θηλείαις, τὸ πολὺ ὑπὸ φθόνου. καὶ οὐδὲ τούτων ἀμελῶς χρὴ ἔχειν.

καὶ δὴ χειμῶνος μὲν ὥρῳ ἅπαξ σιτεῖσθαι τὰς κύνας ὀλίγον πρὸ τῆς ἑσπέρας· ἥ τε γὰρ ἡμέρα βραχεῖα, καὶ χρὴ γεγυμνάσθαι αὐτάς, ὥστε, εἰ δέοι πόρρω τῆς ἡμέρας διαπονεῖσθαι ἐν θήρᾳ, τοῦ λιμοῦ ἀνέχεσθαι.

θέρους δὲ ἀγαθὸν καὶ ὄρθρου ὀλίγον δοῦναι ἐμφαγεῖν, ὡς μὴ ἀποκναίεσθαι ὑπὸ μήκους· καὶ γὰρ εἰ διψήσειαν, ἀλυπότερον ἂν πίνοιεν ἐμφαγοῦσαι. εἰ δὲ καὶ στέαρ ταριχευόμενον καθείης τῆς κυνός, ἀγαθὸν καὶ τοῦτο.

εἰ δὲ μέγα τὸ καῦμα ἐπιφλέγοι, ᾠὸν ἐμβαλόντα ἐς τὴν χεῖρα καὶ ἀνατείναντα τῆς κυνὸς τὸ στόμα καθεῖναι, ὡς ἀθρόον καταπιεῖν. καὶ τοῦτο σιτίον τε ἱκανὸν ἔσται αὐτῇ, καὶ ἀναψύξει τὸ ἄσθμα, καὶ ἀναπαύσει τὸ δῖψος.