Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

τὸ δὲ αἴτιον ὅστις ἐθέλει φράζειν τοῦ πλήθεός τε καὶ μεγάθεος τῶν Ἰνδικῶν ποταμῶν, φραζέτω· ἐμοὶ δὲ καὶ

p.6
ταῦτα ὡς ἀκοὴ ἀναγεγράφθω.

ἐπεὶ καὶ ἄλλων πολλῶν ποταμῶν οὐνόματα Μεγασθένης ἀνέγραψεν, οἳ ἔξω τοῦ Γάγγεώ τε καὶ τοῦ Ἰνδοῦ ἐκδιδοῦσιν· ἐς τὸν ἑῷόν τε καὶ μεσαμβρινὸν πόντον, ὥστε τοὺς πάντας ὀκτὼ καὶ πεντήκοντα λέγει ὅτι εἰσὶν Ἰνδικοὶ ποταμοί, ναυσίποροι πάντες.

ἀλλὰ οὐδὲ Μεγασθένης τὴν πολλὴν δοκέει μοι ἐπελθεῖν τῆς Ἰνδῶν χώρης, πλήν γε δὴ ὅτι πλεῦνα ἢ οἱ σὺν Ἀλεξάνδρῳ [τῷ Φιλίππου] ἐπῆλθεν· συγγενέσθαι γὰρ Σανδρακόττῳ λέγει, τῷ μεγίστῳ βασιλέι τῶν Ἰνδῶν, καὶ πώρῳ, ἔτι τούτου μέζονι.

οὗτος ὦν ὁ Μεγασθένης λέγει, οὔτε Ἰνδοὺς ἐπιστρατεῦσαι οὐδαμοῖσιν ἀνθρώποισιν, οὔτε Ἰνδοῖσιν ἄλλους ἀνθρώπους,

ἀλλὰ Σέσωστριν μὲν τὸν Αἰγύπτιον, τῆς Ἀσίης καταστρεψάμενον τὴν πολλὴν καὶ ἔστε ἐπὶ τὴν Εὐρώπην σὺν στρατιῇ

ἐλάσαντα ὀπίσω ἀπονοστῆσαι, Ἰδάνθυρσον δὲ τὸν Σκύθεα ἐκ Σκυθίης ὁρμηθέντα πολλὰ μὲν Ἀσίης ἔθνεα καταστρέψασθαι, ἐπελθεῖν δὲ καὶ τὴν Αἰγυπτίων γῆν κρατέοντα.

Σεμίραμιν δὲ τὴν Ἀσσυρίην ἐπιχειρέειν μὲν στέλλεσθαι ἐς Ἰνδούς, ἀποθανεῖν δὲ πρίν τέλος ἐπιθεῖναι τοῖσι βουλεύμασιν. ἀλλὰ Ἀλέξανδρον γὰρ στρατεῦσαι ἐπὶ Ἰνδοὺς μοῦνον.

χαἰ πρὸ Ἀλεξάνδρου Διονύσου μὲν πέρι πολλὸς λόγος κατέχει ὡς καὶ τούτου στρατεύσαντος ἐς Ἰνδοὺς καὶ καταστρεψαμένου Ἰνδούς, Ἡρακλέος δὲ πέρι οὐ πολλός.

Διονύσου μέν γε τῆς στρατηλασίης καὶ Νῦσα πόλις μνῆμα οὐ φαῦλον, καὶ ὁ Μηρὸς τὸ οὖρος, καὶ ὁ κισσὸς ὅστις ἐν τῷ οὔρεϊ τούτῳ φύεται, καὶ αὐτοὶ Ἰνδοὶ ὑπὸ τυμπάνων τε καὶ κυμβάλων στελλόμενοι ἐς τὰς μάχας, καὶ ἐσθὴς αὐτοῖσι κατάστικτος ἐοῦσα, κατάπερ τοῦ Διονύσου τοῖσι βάκχοισιν· Ἡρακλέος δὲ οὐ πολλὰ ὑπομνήματα.

ἀλλὰ τὴν Ἄορνον γὰρ πέτρην, ἥντινα Ἀλέξανδρος βίῃ ἐχειρώσατο, ὅτι Ἠρακλέης οὐ δυνατὸς ἐγένετο ἐξελεῖν, μακεδονικὸν

p.7
δοκέει μοι κόμπασμα, κατάπερ ὦν καὶ τὸν Παραπάμοσον Καύκασον ἐκάλεον Μακεδόνες, οὐδέν τι προσήκοντα τοῦτον τῷ Καυκάσῳ.

καί τι καὶ ἄντρον ἐπιφρασθέντες ἐν Παραπαμισάδῃσι, τοῦτο ἔφασαν ἐκεῖνο εἶναι τοῦ Προμηθέος τοῦ Τιτῆνος τὸ ἄντρον, ἐν ὅτῳ ἐκρέματο ἐπὶ τῇ κλοπῇ τοῦ πυρός.

καὶ δὴ καὶ ἐν Σίβῃσιν, Ἰνδικῷ γένεϊ, ὅτι δορὰς ἀμπεχομένους εἶδον τοὺς Σίβας, ἀπὸ τῆς Ἡρακλέος στρατηλασίης ἔφασκον τοὺς ὑπολειφθέντας εἶναι τοὺς Σίβας· καὶ γὰρ καὶ σκυτάλην φορέουσιν οἱ Σίβαι, καὶ τῇσι βουσὶν αὐτῶν ῥόπαλον ἐπικέκαυται, καὶ τοῦτο ἐς μνήμην ἀνέφερον τοῦ ῥοπάλου τοῦ Ἡρακλέος.

εἰ δέ τῳ πιστὰ ταῦτα, ἄλλος ἂν οὗτος Ἡρακλέης εἴη, οὐχ ὁ Θηβαῖος ἢ ὁ Τύριος ἢ ὁ Αἰγύπτιος, ἤ τις καὶ κατὰ τὴν ἄνω χώρην τὴν οὐ πόρρω τῆς Ἰνδῶν γῆς ᾠκισμένην μέγας βασιλεύς.

ταῦτα μέν μοι ἐκβολὴ ἔστω τοῦ λόγου ἐς τὸ μὴ πιστὰ φαίνεσθαι ὅσα ὑπὲρ τῶν ἐπέκεινα τοῦ Ὑφάσιος ποταμοῦ Ἰνδῶν μετεξέτεροι ἀνέγραψαν· ἔστε γὰρ ἐπὶ τὸν Ὕφασιν οἱ τῆς Ἀλεξάνδρου στρατηλασίης μετασχόντες οὐ πάντη ἄπιστοί εἰσιν.

ἐπεὶ καὶ τόδε λέγει Μεγασθένης ὑπὲρ ποταμοῦ Ἰνδικοῦ, Σίλαν μὲν εἶναί οἱ οὔνομα, ῥέειν δὲ ἀπὸ κρήνης ἐπωνύμου τοῦ ποταμοῦ διὰ τῆς χώρης τῆς Σιλέων, καὶ τούτων ἐπωνύμων τοῦ ποταμοῦ τε καὶ τῆς κρήνης, τὸ δὲ ὕδωρ παρέχεσθαι τοιόνδε.

οὐδὲν εἶναι ὅτῳ ἀντέχει τὸ ὕδωρ, καὶ οὔτε τι νήχεσθαι ἐν αὐτῷ οὔτε τι ἐπιπλέειν, ἀλλὰ πάντα γὰρ ἐς βυσσὸν δύνετν· οὕτω τι ἀμενηνότερον πάντων εἶναι τὸ ὕδωρ ἐκεῖνο καὶ ἠεροειδέστερον.