Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἐνθαῦτα ἀγγέλλεται Ἀλέξανδρον ἐπὶ Σούσων στέλλεσθαι. ἔνθεν καὶ αὐτοὶ τὸ ὀπίσω ἔπλωον, ὡς κατὰ τὸν Πασιτίγριν ποταμὸν ἀναπλώσαντες συμμῖξαι Ἀλεξάνδρῳ.

ἔπλωον δὴ τὸ ἔμπαλιν ἐν ἀριστερῇ τὴν γῆν τὴν Σουσίδα ἔχοντες, καὶ παραπλώουσι λίμνην, ἐς ἥν ὁ Τίγρης ἐρβάλλει ποταμός,

ὃς ῥέων ἐξ Ἀρμενίων ταρὰ πόλιν Νῖνον, πάλαι ποτὲ μεγάλην καὶ εὐδαίμονα, τὴν μέσην ἑωυτοῦ τε καὶ τοῦ Εὐφράτεω ποταμοῦ — ἥν Μεσοποταμίην

p.53
ἐπὸ τῷδε κληίζεσθαι — ἀπείργει.

ἀπὸ δὲ τῆς λίμνης ἐς αὐτὸν τὸν ποταμὸν στάδιοι ἑξακόσιοι, ἵνα καὶ κώμη τῆς Σουσίδος, ἣν καλέουσιν Ἄγινιν· αὕτη δὲ ἀπέχει Σούσων σταδίους ἐς πεντακοσίους. μῆκος τοῦ παραπλόου τῆς Σουσίων γῆς ἔστε ἐπὶ τὸ στόμα τοῦ Πασιτίγριδος ποταμοῦ στάδιοι δισχίλιοι.

ἐνθένδε κατὰ τὸν Πασιτίγριν ἀνέπλωον διὰ χώρης οἰκεομένης καὶ εὐδαίμονος. ἀναπλώσαντες δὲ σταδίους ὡς πεντήκοντα καὶ ἑκατὸν ὁρμίζονται, προσμένοντες οὕστινας ἐστάλκει Νέαρχος σκεψομένους ἵνα ὁ βασιλεὺς εἴη.

αὐτὸς δὲ ἔθυε θεοῖσι τοῖσι σωτῆρσι, καὶ ἀγῶνα ἐποίεε, καὶ ἡ στρατιὴ ἡ ναυτικὴ πᾶσα ἐν εὐθυμίῃσιν ἦν.

ὡς δὲ προσάγων ἤδη Ἀλέξανδρος ἠγγέλλετο, ἔπλωον αὖθις ἐς τὸ ἄνω κατὰ τὸν ποταμόν· καὶ πρὸς τῇ σχεδίῃ ὁρμίζονται, ἐπʼ ἧς τὸ στράτευμα διαβιβάσειν ἔμελλεν Ἀλεξανδρος ἐς Σοῦσα.

ἐνθαῦτα ἀνεμίγη ὁ στρατός, καὶ θυσίαι πρὸς Ἀλεξάνδρου ἐθύοντο ἐπὶ τῶν νεῶν τε καὶ τῶν ἀνθρώπων τῇ σωτηρίῃ, καὶ ἀγῶνες ἐποιέοντο· καὶ Νέαρχος ὅκου παραφανείη τῆς στρατιῆς, ἄνθεσί τε καὶ ταινίῃσιν ἐβάλλετο.

ἔνθα καὶ χρυσέῳ στεφάνῳ στεφανοῦνται ται ἐξ Ἀλεξάνδρου Νέαρχός τε καὶ Λεόννατος, Νέαρχος μὲν ἐπὶ τοῦ ναυτικοῦ τῇ σωτηρίῃ, Λεόννατος δὲ ἐπὶ τῇ νίκῃ, ἥν Ὠρείτας τε ἐνίκησε καὶ τοὺς Ὠρείτῃσι προσοικέοντας βαρβάρους. οὕτω μὲν ἀπεσώθη Ἀλεξάνδρῳ ἐκ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς ὁ στρατός.