Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ὡς δὲ αὐτῷ τὰ θεῖα ἐν κόσμῳ ἐπεποίητο, οὕτω δὴ ἀνήγοντο. παραπλώσαντες δὲ νῆσον ἐρήμην τε καὶ τρηχέαν ἐν ἄλλῃ νήσῳ ὁρμίζονται, μεγάλῃ ταύτῃ καὶ οἰκεομένῃ, πλώσαντες σταδίους τριηκοσίους ἔνθενπερ ὡρμήθησαν.

καὶ ἡ μὲν ἐρήμη νῆσος Ὄργανα ἐκαλέετο, ἐς ἣν δὲ ὡρμίσθησαν Ὀάρακτα. ἄμπελοί τε ἐν αὐτῇ ἐπεφύκεσαν καὶ φοίνικες, καὶ σιτοφόρος ἦν· τὸ δὲ μῆκος τῆς νήσου στάδιοι ὀκτακόσιοι. καὶ ὁ ὕπαρχος τῆς νήσου Μαζήνης συνέπλωεν αὐτοῖσι μέχρι Σούσων, ἐθελοντὴς ἡγεμὼν τοῦ πλόου.

ἐν ταύτῃ τῇ νήσῳ ἔλεγον καὶ τοῦ πρώτου δυναστεύσαντος τῆς χώρης ταύτης δείκνυσθαι τὸν τάφον· οὔνομα δὲ αὐτῷ Ἐρύθρην εἶναι. ἀπʼ ὅτου καὶ τὴν ἐπωνυμίην τῇ θαλάσσῃ ταύτῃ εἶναι.

ἐνθένδε ἄραντες ἔπλωον· καὶ τῆς νήσου παραπλώσαντες ὅσον διηκοσίους σταδίους ὁρμίζονται ἐν αὐτῇ αὖθις, καὶ κατορέουσιν ἄλλην νῆσον, ἀπέχουσαν τῆς μεγάλης ταύτης τεσσαράκοντα μάλιστα σταδίους. Ποσειδῶνος ἱρὴ ἐλέγετο εἶναι καὶ ἄβατος.

ὑπὸ δὲ τὴν ἕω ἀνήγοντο, καὶ καταλαμβάνει αὐτοὺς ἀνάπωτις οὕτω τι καρτερή, ὥστε τρεῖς τῶν νεῶν ἐποκείλασαι ἐν τῷ ξηρῷ ἐσχέθησαν, αἱ δὲ ἄλλαι χαλεπῶς διεκπλώουσαι τὰς ῥηχίας ἐς τὰ βάθεα ἀπεσώθησαν.

αἱ δὲ ἐποκείλασαι τῆς πλημμυρίδος ἐπιγενομένης αὖθις ἐξέπλωσάν τε καὶ δευτεραῖαι κατήγοντο ἵναπερ ὁ πᾶς στόλος.

ὁρμίζονται δὲ ἐς νῆσον ἄλλην, διέχουσαν τῆς ἠπείρου ὅσον τριηκοσίους σταδίους, πλώσαντες τετρακοσίους.

ἐνθεῦτεν ὑπὸ τὴν ἕω ἔπλωον, νῆσον ἐρήμην ἐν ἀριστερῇ

p.48
παραμείβοντες· οὔνομα δὲ τῇ νήσῳ Πύλωρα. καὶ ὁρμίζονται πρὸς Σισιδώνῃ, πολιχνίῳ σμικρῷ καὶ πάντων ἀπόρῳ, ὅτι μὴ ὕδατος καὶ ἰχθύων· ἰχθυοφάγοι γὰρ καὶ οὗτοι ὑπʼ ἀναγκαίης ἦσαν, ὅτι πονηρὴν γῆν νέμονται.

ἐνθένδε ὑδρευσάμενοι καταίρουσιν ἐς Ταρσίην ἄκρην ἀνατείνουσαν ἐς τὸ πέλαγος, πλώσαντες σταδίους τριηκοσίους. ἐνθένδε ἐς Καταίην, νῆσον ἐρήμης, ἁλιτενέα·

αὕτη ἱρὴ Ἑρμέω καὶ Ἀφροδίτης ἐλέγετο· στάδιοι τοῦ πλόου τριηκόσιοι.

ἐς ταύτην ὅσα ἔτη ἀπίεται ἐκ τῶν περιοίκων πρόβατα καὶ αἶγες ἱρὰ τῷ Ἑρμέῃ καὶ τῇ Ἀφροδίτῃ, καὶ ταῦτα ἀπηγριωμένα ἦν ὁρᾶν ὑπό χρόνου τε καὶ ἐρημίης.