Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἀναλαβόντες δὲ αὐτοὺς ἐπὶ τὰς ἀπήνας ὀπίσω ἤλαυνον. καί τινες αὐτῶν τούτων ὑποφθάσαι ἐθελήσαντες τὴν ἀγγελίην, προδραμόντες λέγουσιν Ἀλεξάνδρῳ ὅτι “οὗτός τοι Νέαρχος, καὶ σὺν αὐτῷ Ἀρχίης καὶ πέντε ἄλλοι κομίζονται παρὰ σέ,” ὑπὲρ δὲ τοῦ στρατοῦ παντὸς οὐδὲν εἶχον ὑποκρίνασθαι.

τοῦτο ἐκεῖνο συνθεὶς Ἀλέξανδρος, τοὺς μὲν παραλόγως ἀποσωθῆναι, τὴν στρατιὴν δὲ πᾶσαν διεφθάρθαι αὐτῷ, οὐ τοσόνδε Νεάρχου τε καὶ Ἀρχίεω τῇ σωτηρίῃ ἔχαιρεν, ὅσον ἐλύπεεν αὐτὸν ἀπολομένη ἡ στρατιὴ πᾶσα.

οὔπω πάντα εἴρητο, καὶ Νέαρχός τε καὶ Ἀρχίης προσῆγον. τοὺς δὲ μόλις καὶ χαλεπῶς ἐπέγνω Ἀλέξανδρος· ὅτι τε κομόωντας καὶ κακῶς ἐσταλμένους κατεώρα, ταύτῃ μᾶλλόν τι βεβαιότερον αὐτῷ τὸ ἄχος ὑπὲρ τῆς στρατιῆς τῆς ναυτικῆς ἐγίνετο.

ὃ δὲ τὴν δεξιὴν Νεάρχῳ ἐμβαλὼν καὶ ἀπαγαγὼν μοῦνον ἀπὸ τῶν ἑταίρων τε καὶ τῶν ὑπασπιστέων, πολλὸν χρόνον ἐδάκρυεν·

ὀψὲ δὲ ἀνενεγκὼν “ἀλλὰ σύγε ἡμῖν ὅτι ἐπανήκεις σῷοσ” ἔφη “καὶ Ἀρχίης οὗτος, ἔχοι ἂν ἔμοιγε ὡς ἐπὶ συμφορῇ τῇ ἁπάσῃ μετρίως· αἱ δέ τοι νέες καὶ ἡ στρατιὴ κοίῳ τινὶ τρόπῳ διεφθάρησαν;”

ὃ δὲ ὑπολαβών “ὦ βασιλεῦ,” ἔφη “καὶ αἱ νέες τοι σῷαί εἰσι καὶ ὁ στρατός· ἡμεῖς δὲ αὐτάγγελοι τῆς σωτηρίης αὐτῶν ἥκομεν.

” ἔτι μᾶλλον ἐδάκρυεν Ἀλέξανδρος, κατʼ ὅτι ἀνέλπιστός οἱ ἡ σωτηρίη τοῦ στρατοῦ ἐφαίνετο· καὶ ὅκου ὁρμέουσιν αἱ νέες ἀνηρώτα. ὃ δὲ “αὗται” ἔφη “ἐν τῷ στόματι τοῦ Ἀνάμιδος ποταμοῦ ἀνειρυσμέναι ἐπισκευάζονται.

” Ἀλέξανδρος δὲ τόν τε Δία τὸν Ἑλλήνων καὶ τὸν Ἄμμωνα τὸν Λιβύων ἐπόμνυσιν, ἦ μὲν μεζόνως ἐπὶ τῇδε τῇ ἀγγελίῃ χαίρειν ἢ ὅτι τὴν Ἀσίην πᾶσαν ἐκτημένος ἔχει. καὶ γὰρ τὸ ἄχος οἱ τὸ ἐπὶ τῇ ἀπωλείῃ τῆς στρατιῆς ἀντίρροπον γενέσθαι τῇ ἄλλῃ πάσῃ εὐτυχίῃ.

p.46

ὁ δὲ ὕπαρχος τῆς χώρης, ὅντινα συνειλήφει Ἀλέξανδρος ἐπὶ τῆς ἀγγελίης τῇ ματαιότητι, παρεόντα κατιδὼν τὸν Νέαρχον, πίπτει τε αὐτῷ πρὸς τὰ γούνατα,

καὶ “οὗτός τοι” ἔφη “ἐγώ εἰμι, ὃς ἀπηγγειλα Ἀλεξάνδρῳ ὅτι σῷοι ἥκετε· ὁρᾷς ὅκως διάκειμαι.” οὕτω δὴ δέεται Ἀλεξάνδρου Νέαρχος ἀπεῖναι τὸν ἄνδρα, καὶ ἀπίεται.

Ἀλέξανδρος δὲ σωτήρια τοῦ στρατοῦ ἔθυε Διὶ Σωτῆρι καὶ Ἡρακλέι καὶ Ἀπόλλωνι Ἀλεξικάκῳ καὶ Ποσειδῶνί τε καὶ ὅσοι ἄλλοι θαλάσσιοι θεοὶ, καὶ ἀγῶνα ἐποίεε γυμνικόν τε καὶ μουσικόν, καὶ πομπὴν ἔπεμπε· καὶ Νέαρχος ἐν πρώτοισιν ἐπόμπευε, ταινίῃσί τε καὶ ἄνθεσι πρὸς τῆς στρατιῆς βαλλόμενος.

ὡς δὲ ταῦτά οἱ τέλος εἶχε, λέγει πρὸς Νέαρχον “ἐγώ σε, ὦ Νέαρχε, οὐκέτι ἐθέλω τὸ πρίσω οὔτʼ ὦν κινδυνεύειν οὔτε ταλαιπωρέεσθαι, ἀλλὰ ἄλλος γὰρ τοῦ ναυτικοῦ ἐξηγήσεται τὸ ἀπὸ τοῦδε, ἔστε καταστῆσαι αὐτὸ ἐς Σοῦσα.