Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἀλλὰ ἔπλωον γὰρ ἀπὸ τοῦ αἰγιαλοῦ ἄραντες τῇ γῇ προσεχέες, καὶ πλώσαντες σταδίους ὡς ἑπτακοσίους ἐν ἄλλῳ αἰγιαλῷ ὡρμίσαντο· Νεόπτανα οὔνομα τῷ αἰγιαλῷ.

καὶ αὖθις ὑπὸ τὴν ἕω ἀνήγοντο, καὶ πλώσαντες σταδίους ἑκατὸν ὁρμίζονται κατὰ ποταμὸν Ἄναμιν· ὁ δὲ χῶρος Ἁρμόζεια ἐκαλέετο. δαψιλέα δὲ ἤδη καὶ πάμφορα τὰ ταύτῃ ἦν, πλὴν ἐλαῖαι οὐκ ἐπεφύκεσαν.

ἐνθαῦτα ἐκβαίνουσί τε ἐκ τῶν νεῶν καὶ ἀπὸ τῶν πολλῶν πόνων ἄσμενοι ἀνεπαύοντο, μεμνημένοι ὅσα κακὰ κατὰ τὴν θάλασσαν πεπονθότες ἦσαν καὶ πρὸς τῇ γῇ τῇ Ἰχθυοφάγων, τήν τε ἐρημίην τῆς χώρης, καὶ τοὺς ἀνθρώπους ὅκως θηριώδεες, καὶ τὰς σφῶν ἀπορίας ἐπιλεγόμενοι.

καί τινες αὐτῶν ἀπὸ θαλάσσης ἐς τὸ πρόσω ἀνῆλθον, ἀποσκεδασθέντες τῆς στρατιῆς κατὰ ζήτησιν ἄλλος ἄλλου.

ἐνθαῦτα ἄνθρωπός σφισιν ὤφθη χλαμύδα τε φορέων Ἑλληνικὴν καὶ τὰ ἄλλα ὡς Ἕλλην ἐσκευασμένος, καὶ

p.43
φωνὴν Ἑλλάδα ἐφώνεε. τοῦτον οἱ πρῶτοι ἰδόντες δακρῦσαι ἔλεγον· οὕτω τι παράλογόν σφισι φανῆναι ἐκ τῶν τοσῶνδε κακῶν Ἕλληνα μὲν ἄνθρωπον ἰδεῖν, Ἑλλάδος δὲ φωνῆς ἀκοῦσαι.

ἐπηρώτων τε ὁκόθεν ἥκοι καὶ ὅστις ἐών· ὃ δὲ ἀπὸ τοῦ στρατοπέδου τοῦ Ἀλεξάνδρου ἀποσκεδασθῆναι ἔλεγε, καὶ εἶναι οὐ πόρρω τὸ στρατόπεδον καὶ αὐτὸν Ἀλέξανδρον.

τοῦτον τὸν ἄνθρωπον βοῶντές τε καὶ κροτέοντες ἀνάγουσι παρὰ τὸν Νέαρχον· καὶ Νεάρχῳ πάντα ἔφρασε, καὶ ὅτι πέντε ἡμερέων ὁδὸν ἀπέχει τὸ στρατόπεδον καὶ ὁ βασιλεὺς ἀπὸ τῆς θαλάσσης.

τόν τε ὕπαρχον τῆς χώρης ταύτης δείξειν ἔφη Νεάρχῳ, καὶ ἔδειξε· καὶ μετὰ τούτου Νέαρχος γνώμην ποιέεται, ὅκως ἀναβήσεται πρὸς τὸν βασιλέα.

τότε μὲν δὴ ἐπὶ τὰς νέας ἀπῆλθεν· ὑπὸ δὲ τὴν ἕω τὰς νέας ἐνεώλκεεν, ἐπισκευῆς τε εἵνεκα, ὅσαι αὐτέων κατὰ τὸν πλόον ἐπεπονήκεσαν, καὶ ἅμα ὅτι ἐν τῷ χώρῳ τούτῳ ὑπολείπεσθαί οἱ ἐδόκεε τὸν πολλὸν στρατόν. χάρακά τε ὦν περιβάλλεται διπλόον τῷ ναυστάθμῳ, καὶ τεῖχος γήινον καὶ τάφρον βαθέαν, ἀπὸ τοῦ ποταμοῦ τῆς ὄχθης ἀρξάμενος ἔστε ἐπὶ τὸν αἰγιαλόν, ἵνα αἱ νέες αὐτῷ ἀνειρυσμέναι ἦσαν.