Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ὁρμίζονται δὲ οὐ πρὸς τῇ γῇ — ῥηχίη γὰρ ἦν ἐπὶ πολλὸν ἀνέχουσα —, ἀλλὰ μετέωροι ἐπʼ ἀγκυρέων· μῆκος τοῦ παραπλόου τῶν Ἰχθυοφάγων τῆς χώρης στάδιοι ὀλίγῳ πλεῦνες ἢ μύριοι.

οὗτοι οἱ Ἰχθυοφάγοι σιτέονται, κατʼ ὅ τι περ καὶ κληίζονται, ἰχθύας, ὀλίγοι μὲν αὐτῶν ἁλιεύοντες τοὺς ἰχθύας — ὀλίγοισι γὰρ καὶ πλοῖα ἐπὶ τῷδε πεποίηται καὶ τέχνη ἐξεύρηται ἐπί τῇ θήρῃ τῶν ἰχθύων —, τὸπολλὸν δὲ ἡ ἀνάπωτις αὐτοῖσι παρέχει.

οἳ δὲ καὶ δίκτυα ἐπὶ τῷδε πεποίηνται, μέγαθος καὶ ἐς δύο σταδίους τὰ πολλὰ αὐτῶν. πλέκουσι δὲ αὐτὰ ἐκ τοῦ φλοιοῦ τῶν φοινίκων, στρέφοντες

p.38
τὸν φλοιὸν ὥσπερ λίνον.

ἐπεὰν δὲ ἡ θάλασσα ὑπονοστήσῃ, ἵνα μὲν ξηρὴ ἡ γῆ ὑπολείπεται, ἐρήμη τὸ πολλόν ἐστιν ἰχθύων· ἔνθα δὲ βαθέα ἐστίν, ὑπολείπεταί τι τοῦ ὕδατος καὶ ἐν τῷδε κάρτα πολλοὶ ἰχθύες· οἱ μὲν πολλοὶ σμικροὶ αὐτῶν, οἳ δὲ καὶ μέζονες. τούτοισι περιβάλλοντες τὰ δίκτυα αἱρέουσι.

σιτέονται δὲ ὠμοὺς μέν, ὅκως ἀνειρύουσιν ἐκ τοῦ ὕδατος, τοὺς ἁπαλωτάτους αὐτῶν· τοὺς δὲ μέζονάς τε καὶ σκληροτέρους ὑπὸ ἡλίῳ αὐαίνοντες, εὖτʼ ἂν ἀπαυανθῶσι, καταλεῦντες ἄλευρα ἀπʼ αὐτῶν ποιέονται καὶ ἄρτους· οἳ δὲ μάζας ἐκ τούτων τῶν ἀλεύρων πέσσουσι.

καὶ τὰ βοσκήματα αὐτοῖσι τοὺς ἰχθύας ξηροὺς σιτέεται· ἡ γὰρ χώρη ἐρήμη λειμώνων οὐδὲ ποίην φέρει.

θηρεύουσι δὲ καὶ καράβους πολλαχῆ καὶ ὄστρεα καὶ κογχύλια. ἅλες δὲ αὐτόματοι γίνονται ἐν τῇ χώρῃ --- ἀπὸ τούτων ἔλαιον ποιέουσιν.

οἳ μὲν δὴ αὐτῶν ἐρήμους τόπους οἰκέουσιν ἄδενδρόν τε τὴν χώρην καὶ ἄφορον καρπῶν ἡμέρων — καὶ τούτοισιν ἀπὸ τῶν ἰχθύων ἡ πᾶσα δίαιτα ποιέεται —, ὀλίγοι δὲ αὐτῶν σπείρουσιν ὅσον τῆς χώρης, [καὶ τούτῳ κατάπερ ὄψῳ χρέονται πρὸς τοὺς ἰχθύας·] ὁ γὰρ σῖτος αὐτοῖσίν εἰσιν ἰχθύες.

οἰκία δὲ ποιέονται οἱ μὲν εὐδαιμονέστατοι αὐτῶν ὅσα κήτεα ἐκβάλλει ἡ θάλασσα, τούτων τὰ ὀστέα ἐπιλεγόμενοι, καὶ τούτοισιν ἀντὶ ξύλων χρεόμενοι. καὶ θύρας τὰ ὀστέα ὅσα πλατέα αὐτῶν ποιέονται· τοῖσι δὲ πολλοῖσι καὶ πενεστέροισιν ἀπὸ τῶν ἀκανθέων τῶν ἰχθύων τὰ οἰκία ποιέεται.