Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἄλλο δὲ ἄλλῃ καλέεται τὸ οὖρος, τῇ μὲν Παραπάμισος τῇ δὲ Ἠμωδός· ἄλλῃ δὲ Ἴμαον κληίζεται, καὶ τυχὸν ἄλλα καὶ ἄλλα ἔχει οὐνόματα.

Μακεδόνες δὲ οἱ σὺν Ἀλεξάνδρῳ στρατεύσαντες Καύκασον αὐτὸ ἐκάλεον, ἄλλον τοῦτον Καύκασον, οὐ τὸν Σκυθικόν, ὡς καὶ τὰ ἐπέκεινα τοῦ Καυκάσου λόγον κατέχεον ὅτι ἐπῆλθεν Ἀλέξανδρος.

τὰ πρὸς ἑσπέρην δὲ τῆς Ἰνδῶν γῆς ὁ ποταμὸς ὁ Ἰνδὸς ἀπείργει ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν, ἵναπερ αὐτὸς κατὰ δύο στόματα ἐκδιδοῖ, οὐ συνεχέα ἀλλήλοισι τὰ στόματα,

κατάπερ τὰ πέντε τοῦ Ἴστρου ἐστὶ συνεχέα, ἀλλὰ ὡς τὰ τοῦ Νείλου, ὑπʼ ὅτων τὸ Δέλτα ποιέεται τὸ Αἰγύπτιον, ὧδέ τοι καὶ τὸ τῆς Ἰνδῶν γῆς Δέλτα ποιέει ὁ Ἰνδὸς ποταμός, οὐ μεῖον τοῦ Αἰγυπτίου· καὶ τοῦτο Πάταλα τῇ Ἰνδῶν γλώσσῃ καλέεται.

τὸ δὲ πρὸς νότου τε ἀνέμου καὶ μεσαμβρίης αὐτὴ ἡ μεγάλη θάλασσα ἀπείργει τὴν Ἰνδῶν γῆν, καὶ τὰ πρὸς ἕω ἡ αὐτὴ θάλασσα ἀπείργει.

τὰ μὲν πρὸς μεσαμβρίης κατὰ Πάταλά τε καὶ τοῦ Ἰνδοῦ τὰς ἐκβολὰς ὤφθη πρός τε Ἀλεξάνδρου καὶ Μακεδόνων καὶ πολλῶν Ἑλλήνων· τὰ δὲ πρὸς ἕω Ἀλέξανδρος μὲν οὐκ ἐπῆλθε πρόσω ποταμοῦ Ὑφάσιος,

ὀλίγοι δὲ ἀνέγραψαν τὰ μέχρι ποταμοῦ Γάγγεω καὶ ἵνα τοῦ Γάγγεω αἱ ἐκβολαὶ καὶ πόλις Παλίμβοθρα μεγίστη τῶν Ἰνδικῶν πρὸς τῷ Γάγγῃ.

ἐμοὶ δὲ Ἐρατοσθένης ὁ Κυρηναῖος πιστότερος ἄλλου ἔστω, ὅτι γῆς περιόδου πέρι ἔμελεν Ἐρατοσθένεϊ.

p.3

οὗτος ἀπὸ τοῦ οὔρεος τοῦ Ταύρου, ἵνα τοῦ Ἰνδοῦ αἱ πηγαί, παρʼ αὐτὸν τὸν Ἰνδὸν ποταμὸν ἰόντι ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν καὶ τοῦ Ἰνδοῦ τὰς ἐκβολὰς μυρίους σταδίους καὶ τρισχιλίους τὴν πλευρὴν λέγει ἐπέχειν τῆς γῆς τῆς Ἰνδῶν.

ταυτησὶ δὲ ἀντίπορον πλευρὴν ποιέει τὴν ἀπὸ τωὐτοῦ οὔρεος παρὰ τὴν ἑῴην θάλασσαν, οὐκέτι ταύτῃ τῇ πλευρῇ ἴσην, ἀλλὰ ἄκρην γὰρ ἀνέχειν ἐπὶ μέγα ἐς τὸ πέλαγος, ἐς τρισχιλίους σταδίους μάλιστα ἀνατείνουσαν τὴν ἄκρην, εἴη ἂν ὦν αὐτῷ ἡ πλευρὴ τῆς Ἰνδῶν γῆς πρὸς ἕω μυρίους καὶ ἑξακισχιλίους σταδίους ἐπέχουσα. τοῦτο μὲν αὐτῷ πλάτος τῆς Ἰνδῶν γῆς συμβαίνει,

μῆκος δὲ τὸ ἀπʼ ἑσπέρης ἐπὶ ἕω ἔστε μὲν ἐπὶ πόλιν Παλίμβοθρα μεμετρημένον σχοινίοισι λέγει ἀναγράφειν· καὶ εἶναι γὰρ ὁδὸν βασιληίην. τοῦτο ἐπέχειν ἐς μυρίους σταδίους.

τὰ δὲ ἐπέκεινα οὐκέτι ὡσαύτως ἀτρεκέα. φήμας δὲ ὅσοι ἀνέγραψαν, σὺν τῇ ἄκρῃ τῇ ἀνεχούσῃ ἐς τὸ πέλαγος ἐς μυρίους σταδίους μάλιστα ἐπέχειν λέγουσιν· εἶναι ἂν ὦν τὸ μῆκος τῆς Ἰνδῶν γῆς σταδίων μάλιστα δισμυρίων.

Κτησίης δὲ ὁ Κνίδιος τὴν Ἰνδῶν γῆν ἴσην τῇ ἄλλῃ Ἀσίῃ λέγει, οὐδὲν λέγων, οὐδὲ Ὀνησίκριτος, τρίτην μοῖραν τῆς πάσης γῆς. Νέαρχος δὲ μηνῶν τεσσάρων ὁδὸν τὴν διʼ αὐτοῦ τοῦ πεδίου τῆς Ἰνδῶν γῆς.

Μεγασθένεϊ δὲ τὸ ἀπὸ ἀνατολέων ἐς ἕσπέρην πλάτος ἐστὶ τῆς Ἰνδῶν γῆς ὅ τι περ οἱ ἄλλοι μῆκος ποιέουσι· καὶ λέγει Μεγασθένης μυρίων καὶ ἑξακισχιλίων σταδίων εἶναι ἵναπερ τὸ βραχύτατον αὐτοῦ.

τὸ δὲ ἀπὸ ἄρκτου πρὸς μεσαμβρίην, τοῦτο δὲ αὐτῷ μῆκος γίνεται, καὶ ἐπέχει τριηκοσίους καὶ δισχιλίους καὶ δισμυρίους ἵναπερ τὸ στεινότατον αὐτοῦ.

ποταμοὶ δὲ τοσοίδε εἰσὶν ἐν τῇ Ἰνδῶν γῇ, ὅσοι οὐδὲ ἐν τῇ πάσῃ Ἀσίῃ. μέγιστοι μὲν ὁ Γάγγης τε καὶ ὁ Ἰνδός, ὅτου καὶ ἡ γῆ ἐπώνυμος, ἄμφω τοῦ τε Νείλου τοῦ Αἰγυπτίου

p.4
καὶ τοῦ Ἴστρου τοῦ Σκυθικοῦ, καὶ εἰ ἐς τωὐτὸ συνέλθοι αὐτοῖσι τὸ ὕδωρ, μέζονες. δοκέειν δὲ ἔμοιγε, καὶ ὁ Ἀκεσίνης μέζων ἐστὶ τοῦ τε Ἴστρου καὶ τοῦ Νείλου, ἵναπερ παραλαβὼν ἅμα τόν τε Ὑδάσπεα καὶ τὸν Ὑδραώτεα καὶ τὸν Ὕφασιν ἐμβάλλει ἐς τὸν Ἰνδόν, ὡς καὶ τριήκοντα αὐτῷ σταδίους τὸ πλάτος ταύτῃ εἶναι· καὶ τυχὸν καὶ ἄλλοι πολλοὶ μέζονες ποταμοὶ ἐν τῇ Ἰνδῶν γῇ ῥέουσιν.