Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ὡς δὲ πάντα ἐξήρτυτο αὐτῷ ἐς ἀναγωγήν, Κράτερον μὲν τὰ ἐπὶ θάτερα τοῦ Ὑδάσπεω ἐπιέναι σὺν στρατιῇ ἐκέλευσε πεζικῇ τε καὶ ἱππικῇ· ἐς τὸ ἐπὶ θάτερα δὲ Ἡφαιστίων αὐτῷ προεπορεύετο, σὺν ἄλλῃ στρατιῇ πλείονι ἔτι τῆς Κρατέρῳ συντεταγμένης. καὶ τοὺς ἐλέφαντας Ἡφαιστίων αὐτῷ ἦγεν, ὄντας ἐς διηκοσίους.

αὐτὸς δὲ τούς τε ὑπασπιστὰς καλεομένους ἅμα οἷ ἦγε καὶ τοὺς τοξότας πάντας καὶ τῶν ἱππέων τοὺς ἑταίρους καλεομένους, τοὺς πάντας ἐς ὀκτακισχιλίους.

τοῖσι μὲν δὴ ἀμφὶ Κράτερον καὶ Ἡφαιστίωνα ἐτέτακτο ἵνα προπορευθέντες ὑπομένοιεν τὸν στόλον.

Φίλιππον δέ, ὅς αὐτῷ σατράπης τῆς χώρης ταύτης ἦν, ἐπὶ τοῦ Ἀκεσίνου ποταμοῦ τὰς ὄχθας πέμπει, ἅμα στρατιῇ πολλῇ

p.25
καὶ τοῦτον·

ἤδη γὰρ καὶ δώδεκα μυριάδες αὐτῷ μαχιμοι εἵποντο σὺν οἷσιν ἀπὸ θαλάσσης τε αὐτὸς ἀνήγαγε καὶ αὖθις οἱ ἐπὶ συλλογῇ αὐτῷ στρατιῆς πεμφθέντες ἧκον ἔχοντες, παντοῖα ἔθνεα βαρβαρικὰ ἅμα οἷ ἄγοντι καὶ πᾶσαν ἰδέην ὡπλισμένα.

αὐτὸς δὲ ἄρας τῇσι νηυσὶ κατέπλωε κατὰ τὸν Ὑδάσπεα ἔστε ἐπὶ τοῦ Ἀκεσίνου τε καὶ τοῦ Ὑδάσπεω τὰς συμβολάς.

νέες δὲ αἱ σύμπασαι αὐτῷ ὀκτακόσιαι ἦσαν, αἵ τε μακραὶ καὶ ὅσα στρογγύλα πλοῖα καὶ ἄλλαι ἱππαγωγοὶ καὶ σιτία ἅμα τῇ στρατιῇ ἄγουσαι.

ὅκως μὲν δὴ κατὰ τοὺς ποταμοὺς κατέπλωσεν αὐτῷ ὁ στόλος, καὶ ὅσα ἐν τῷ παραπλόῳ ἔθνεα κατεστρέψατο, καὶ ὅκως διὰ κινδύνου αὐτὸς ἐν Μαλλοῖσιν ἧκε, καὶ τὸ τρῶμα ὃ ἐτρώθη ἐν Μαλλοῖσι, καὶ Πευκέστας τε καὶ Λεόννατος ὅκως ὑπερήσπισαν αὐτὸν πεσόντα, πάντα ταῦτα λέλεκταί μοι ἤδη ἐν τῇ ἄλλῃ τῇ Ἀττικῇ συγγραφῇ.

ὁ δὲ λόγος ὅδε τοῦ παραπλόου μοι ἀπήγησίς ἐστιν, ὃν Νέαρχος σὺν τῷ στόλῳ παρέπλωσεν ἀπὸ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς κατὰ τὴν θάλασσαν τὴν μεγάλην ἔστε ἐπὶ τὸν κόλπον τὸν Περσικόν, ἣν δὴ Ἐρυθρὴν θάλασσαν μετεξέτεροι καλέουσι.

Νεάρχῳ δὲ λέλεκται ὑπὲρ τούτων ὅδε ὁ λόγος· πόθον μὲν εἶναι Ἀλεξάνδρῳ ἐκπεριπλῶσαι τὴν θάλασσαν τὴν ἀπὸ Ἰνδῶν ἔστε ἐπὶ τὴν Περσικήν,

ὀκνέειν δὲ αὐτὸν τοῦ τε πλόου τὸ μῆκος καὶ μή τινι ἄρα χώρῃ ἐρήμῃ ἐγκύρσας ἢ ὅρμων ἀπόρῳ ἢ οὐ συμμέτρως ἐχούσῃ τῶν ὡρέων, οὕτω δὴ διαφθαρῇ αὐτῷ ὁ στόλος, καὶ οὐ φαύλη κηλὶς αὕτη τοῖσιν ἔργοισιν αὐτοῦ τοῖσι μεγάλοισιν ἐπιγενομένη τὴν πᾶσαν εὐτυχίην αὐτῷ ἀφανίσῃ· ἀλλὰ ἐκνικῆσαι γὰρ αὐτῷ τὴν ἐπιθυμίην τοῦ καινόν τι αἰεὶ καὶ ἄτοπον ἐργάζεσθαι.

ἀπόρως δὲ ἔχειν ὅντινα οὐκ ἀδύνατόν τε ἐς τὰ ἐπινοεύμενα ἐπιλέξαιτο, καὶ ἅμα

p.26
τῶν ἐν νηὶ ἀνδρῶν, ὅκως τῶν τοιοῦτον στόλον στελλομένων ἀφελεῖ τὸ δεῖμα τοῦ δῆθεν ἠμελημένως αὐτοὺς ἐς προῦπτον κίνδυνον ἐκπέμπεσθαι.