Ἀλεξάνδρου Ἀνάβασις

Arrian

Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.

Ῥωμαίοις μὲν δὴ οὕτω ταῦτα ἐκ παλαιοῦ ἐπήσκηται· Ἀλεξάνδρῳ δὲ ὅπως ἐζεύχθη ὁ Ἰνδὸς ποταμὸς οὐκ ἔχω εἰπεῖν, ὅτι μηδὲ οἱ συστρατεύσαντες αὐτῷ εἶπον. ἀλλά μοι δοκεῖ ὡς ἐγγυτάτω τούτων ἐζεῦχθαι, ἢ εἰ δή τινι ἄλλῃ μηχανῇ, ἐκείνῃ ἐχέτω.

ὡς δὲ διέβη πέραν τοῦ Ἰνδοῦ ποταμοῦ, καὶ ἐνταῦθα αὖ θύει κατὰ νόμον Ἀλέξανδρος. ἄρας δὲ ἀπὸ τοῦ Ἰνδοῦ ἐς Τάξιλα ἀφίκετο, πόλιν μεγάλην καὶ εὐδαίμονα, τὴν μεγίστην τῶν μεταξὺ Ἰνδοῦ τε ποταμοῦ καὶ Ὑδάσπου. καὶ ἐδέχετο αὐτὸν Ταξίλης ὁ ὕπαρχος τῆς πόλεως καὶ αὐτοὶ οἱ τῇδε Ἰνδοὶ φιλίως. καὶ Ἀλέξανδρος προστίθησιν αὐτοῖς χώραν τῆς ὁμόρου ὅσης ἐδέοντο.

ἧκον δὲ ἐνταῦθα παρʼ αὐτὸν καὶ παρὰ Ἀβισάρου πρέσβεις τοῦ τῶν ὀρείων Ἰνδῶν βασιλέως ὅ τε ἀδελφὸς τοῦ Ἀβισάρου καὶ ἄλλοι ξὺν αὐτῷ οἱ δοκιμώτατοι, καὶ παρὰ Δοξάρεως νομάρχου ἄλλοι, δῶρα φέροντες. καὶ ἐνταῦθα αὖ Ἀλέξανδρος ἐν Ταξίλοις θύει ὅσα οἱ νόμος καὶ ἀγῶνα ποιεῖ γυμνικόν τε καὶ ἱππικόν. καὶ ἀποδείξας σατράπην τῶν ταύτῃ Ἰνδῶν Φίλιππον τὸν Μαχάτα φρουράν τε ἀπολείπει ἐν Ταξίλοις καὶ τοὺς ἀπομάχους τῶν στρατιωτῶν διὰ νόσον· αὐτὸς δὲ ἦγεν ὡς ἐπὶ τὸν Ὑδάσπην ποταμόν.

ἐπέκεινα γὰρ τοῦ Ὑδάσπου Πῶρος αὐτῷ εἶναι ἐξηγγέλλετο ξὺν τῇ στρατιᾷ πάσῃ ἐγνωκὼς εἴργειν τοῦ πόρου αὐτὸν ἢ περῶντι ἐπιτίθεσθαι. ταῦτα ὡς ἔγνω Ἀλέξανδρος, Κοῖνον μὲν τὸν Πολεμοκράτους πέμψας ὀπίσω ἐπὶ τὸν Ἰνδὸν ποταμὸν τὰ πλοῖα ὅσα παρεσκεύαστο αὐτῷ ἐπὶ τοῦ πόρου τοῦ Ἰνδοῦ ξυντεμόντα κελεύει φέρειν ὡς ἐπὶ τὸν Ὑδάσπην ποταμόν.

καὶ ξυνετμήθη τε τὰ πλοῖα καὶ ἐκομίσθη αὐτῷ, ὅσα μὲν βραχύτερα διχῇ διατμηθέντα, αἱ τριακόντοροι δὲ τριχῇ

p.212
ἐτμήθησαν, καὶ τὰ τμήματα ἐπὶ ζευγῶν διεκομίσθη ἔστε ἐπὶ τὴν ὄχθην τοῦ Ὑδάσπου κἀκεῖ ξυμπηχθέντα ναυτικὸν αὖθις δὴ ὁμοῦ ὤφθη ἐν τῷ Ὑδάσπῃ. αὐτὸς δὲ ἀναλαβὼν ἥν τε δύναμιν ἔχων ἧκεν ἐς Τάξιλα καὶ πεντακισχιλίους τῶν Ἰνδῶν, οὓς Ταξίλης τε καὶ οἱ ταύτῃ ὕπαρχοι ἦγον, ᾔει ὡς ἐπὶ τὸν Ὑδάσπην ποταμόν.