Ἀλεξάνδρου Ἀνάβασις

Arrian

Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.

ὅτῳ δὴ τὰ τῆς Ἀσίας ὧδε ἔχει ὡς πρὸς τοῦ Ταύρου τε καὶ τοῦ Καυκάσου τέμνεσθαι ἀπὸ ἀνέμου ζεφύρου ὡς ἐπὶ ἀπηλιώτην ἄνεμον τὴν Ἀσίαν, τούτῳ δύο μὲν αὗται μέγισται πρὸς αὐτοῦ τοῦ Ταύρου τῆς Ἀσίας μοῖραι γίγνονται, ἡ μὲν ἐς μεσημβρίαν τε καὶ πρὸς νότον ἄνεμον [τοῦ Ταύρου] κεκλιμένη, ἡ δὲ ἐπʼ ἄρκτον τε καὶ ἄνεμον βορρᾶν.

τῆς δὲ ὡς ἐπὶ νότον Ἀσίας τετραχῇ αὖ τεμνομένης μεγίστην μὲν μοῖραν [*](Erat. fr. III B, 9 ed.) τὴν Ἰνδῶν γῆν ποιεῖ Ἐρατοσθένης τε καὶ Μεγασθένης, [*](Berger Megasth fr. 2) ὃς ξυνῆν μὲν Σιβυρτίῳ τῷ σατράπῃ τῆς Ἀραχωσίας, πολλάκις δὲ λέγει ἀφικέσθαι παρὰ Σανδράκοττον τὸν Ἰνδῶν βασιλέα, ἐλαχίστην δὲ ὅσην ὁ Εὐφράτης ποταμὸς ἀπείργει ὡς πρὸς τὴν ἐντὸς τὴν ἡμετέραν θάλασσαν. δύο δὲ αἱ μεταξὺ Εὐφράτου τε ποταμοῦ

p.208
καὶ τοῦ Ἰνδοῦ ἀπειργόμεναι αἱ δύο ξυντεθεῖσαι μόλις ἄξιαι τῇ Ἰνδῶν γῇ ξυμβαλεῖν.

ἀπείργεσθαι δὲ τὴν Ἰνδῶν χώραν πρὸς μὲν ἕω τε καὶ ἀπηλιώτην ἄνεμον ἔστε ἐπὶ μεσημβρίαν τῇ μεγάλῃ θαλάσσῃ· τὸ πρὸς βορρᾶν δὲ αὐτῆς ἀπείργειν τὸν Καύκασον τὸ ὄρος ἔστε ἐπὶ τοῦ Ταύρου τὴν ξυμβολήν· τὴν δὲ ὡς πρὸς ἑσπέραν τε καὶ ἄνεμον Ἰάπυγα ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν ὁ Ἰνδὸς ποταμὸς ἀποτέμνεται. καὶ ἔστι πεδίον ἡ πολλὴ αὐτῆς, καὶ τοῦτο, ὡς εἰκάζουσιν, ἐκ τῶν ποταμῶν προςκεχωσμένον. εἶναι γὰρ οὖν καὶ

τῆς ἄλλης χώρας ὅσα πεδία οὐ πρόσω θαλάσσης τὰ πολλὰ τῶν ποταμῶν παρʼ ἑκάστοις ποιήματα· ὣς δὲ καὶ τῆς χώρας τὴν ἐπωνυμίαν τοῖς ποταμοῖς ἐκ παλαιοῦ προσκεῖσθαι, καθάπερ Ἕρμου τέ τι πεδίον λέγεσθαι, ὃς κατὰ τὴν Ἀσίαν γῆν ἀνίσχων ἐξ ὄρους Μητρὸς Δινδυμήνης παρὰ Σμύρναν πόλιν Αἰολικὴν ἐκδιδοῖ ἐς θάλασσαν, καὶ ἄλλο Καΰστρου, πεδίον Λύδιον καὶ Λυδίου ποταμοῦ, καὶ Καΐκου ἄλλο ἐν Μυσίᾳ καὶ Μαιάνδρου τὸ Καρικὸν ἔστε ἐπὶ Μίλητον πόλιν Ἰωνικήν.

Αἴγυπτόν τε Ἡρόδοτός τε καὶ [*](Herod. II 5) Ἑκαταῖος οἱ λογοποιοί, ἢ εἰ δή του ἄλλου ἢ Ἑκαταίου [*](Hecat. fr. 279) ἐστὶ τὰ ἀμφὶ τῇ γῇ τῇ Αἰγυπτίᾳ ποιήματα, δῶρόν τε τοῦ ποταμοῦ ἀμφότεροι ὡσαύτως ὀνομάζουσιν καὶ οὐκ ἀμαυροῖς τεκμηρίοις ὅτι ταύτῃ ἔχει Ἡροδότῳ ἐπιδέδεικται, ὡς καὶ τὴν γῆν αὐτὴν τυχὸν τοῦ ποταμοῦ εἶναι ἐπώνυμον. Αἴγυπτος γὰρ τὸ παλαιὸν ὁ ποταμὸς ὅτι ἐκαλεῖτο, ὅντινα νῦν Νεῖλον Αἰγύπτιοί τε καὶ οἱ ἔξω Αἰγύπτου ἄνθρωποι ὀνομάζουσιν, ἱκανὸς τεκμηριῶσαι [*](Odgss. 4. 581) Ὅμηρος, λέγων ἐπὶ τῇ ἐκβολῇ τοῦ Αἰγύπτου ποταμοῦ τὸν Μενέλεων στῆσαι τὰς νέας.