Ἀλεξάνδρου Ἀνάβασις

Arrian

Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.

ταῦτα δὲ καταπραξάμενος Ἀλέξανδρος αὐτὸς μὲν ἐς βάκτρα ᾔει, Κρατερὸν δὲ τῶν ἑταίρων ἱππέας ἔχοντα ἑξακοσίους καὶ τῶν πεζῶν τήν τε αὑτοῦ τάξιν καὶ τὴν Πολυπέρχοντος καὶ Ἀττάλου καὶ τὴν Ἀλκέτα ἐπὶ Κατάνην τε καὶ Αὐστάνην ἐκπέμπει, οἳ δὴ μόνοι ἔτι ὑπελείποντο ἐν τῇ Παρειτακηνῶν χώρᾳ ἀφεστηκότες.

καὶ μάχης γενομένης πρὸς αὐτοὺς καρτερᾶς νικῶσιν οἱ ἀμφὶ Κρατερὸν τῇ μάχῃ· καὶ Κατάνης μὲν ἀποθνήσκει αὐτοῦ μαχόμενος, Αὐστάνης δὲ ξυλληφθεὶς ἀνήχθη παρʼ Ἀλέξανδρον· τῶν δὲ ξὺν αὐτοῖς βαρβάρων ἱππεῖς μὲν ἀπέθανον ἑκατὸν καὶ εἴκοσι, πεζοὶ δὲ ἀμφὶ τοὺς χιλίους πεντακοσίους. ταῦτα δὲ ὡς ἐπράχθη τοῖς ἀμφὶ Κρατερόν, καὶ οὗτοι ἐς Βάκτρα ἦσαν. καὶ ἐν Βάκτροις τὸ ἀμφὶ Καλλισθένην τε καὶ τοὺς παῖδας πάθημα Ἀλεξάνδρῳ ξυνηνέχθη.

ἐκ Βάκτρων δὲ ἐξήκοντος ἤδη τοῦ ἦρος ἀναλαβὼν τὴν στρατιὰν προὐχώρει ὡς ἐπʼ Ἰνδούς, Ἀμύνταν ἀπολιπὼν ἐν τῇ χώρᾳ τῶν Βακτρίων καὶ ξὺν αὐτῷ ἱππέας μὲν τρισχιλίους καὶ πεντακοσίους, πεζοὺς δὲ μυρίους.

ὑπερβαλὼν δὲ τὸν Καύκασον ἐν δέκα ἡμέραις ἀφίκετο εἰς Ἀλεξάνδρειαν πόλιν τὴν κτισθεῖσαν ἐν Παραπαμισάδαις, ὅτε τὸ πρῶτον ἐπὶ Βάκτρων ἐστέλλετο. καὶ τὸν μὲν ὕπαρχον, ὅστις αὐτῷ ἐπὶ τῆς πόλεως τότε ἐτάχθη, παραλύει τῆς ἀρχῆς, ὅτι οὐ καλῶς ἐξηγεῖσθαι ἔδοξε·

προσκατοικίσας δὲ καὶ ἄλλους τῶν περιοίκων τε καὶ ὅσοι τῶν στρατιωτῶν ἀπόμαχοι ἦσαν ἐς τὴν Ἀλεξάνδρειαν Νικάνορα μέν, ἕνα τῶν ἑταίρων, τὴν πόλιν αὐτὴν κοσμεῖν ἐκέλευσε, σατράπην δὲ Τυρίεσπιν κατέστησε τῆς τε χώρας τῆς Παραπαμισαδῶν καὶ τῆς ἄλλης ἔστε ἐπὶ τὸν Κωφῆνα ποταμόν.

ἀφικόμενος δὲ ἐς Νίκαιαν πόλιν καὶ τῇ Ἀθηνᾷ θύσας

p.184
προὐχώρει ὡς ἐπὶ τὸν Κωφῆνα, προπέμψας κήρυκα ὡς Ταξίλην τε καὶ τοὺς ἐπὶ τάδε τοῦ Ἰνδοῦ ποταμοῦ, κελεύσας ἀπαντᾶν ὅπως ἂν ἑκάστοις προχωρῇ. καὶ Ταξίλης τε καὶ οἱ ἄλλοι ὕπαρχοι ἀπήντων, δῶρα τὰ μέγιστα παρʼ Ἰνδοῖς νομιζόμενα κομίζοντες, καὶ τοὺς ἐλέφαντας δώσειν ἔφασκον τοὺς παρὰ σφίσιν ὄντας, ἀριθμὸν ἐς πέντε καὶ εἴκοσιν.

ἔνθα δὴ διελὼν τὴν στρατιὰν Ἡφαιστίωνα μὲν καὶ Περδίκκαν ἐκπέμπει ἐς τὴν Πευκελαῶτιν χώραν ὡς ἐπὶ τὸν Ἰνδὸν ποταμόν, ἔχοντας τήν τε Γοργίου τάξιν καὶ Κλείτου καὶ Μελεάγρου καὶ τῶν ἑταίρων ἱππέων τοὺς ἡμίσεας καὶ τοὺς μισθοφόρους ἱππέας ξύμπαντας, προστάξας τά τε κατὰ τὴν ὁδὸν χωρία ἢ βίᾳ ἐξαιρεῖν ἢ ὁμολογίᾳ παρίστασθαι καὶ ἐπὶ τὸν Ἰνδὸν ποταμὸν ἀφικομένους παρασκευάζειν ὅσα ἐς τὴν διάβασιν τοῦ ποταμοῦ ξύμφορα. ξὺν τούτοις δὲ καὶ Ταξίλης καὶ οἱ ἄλλοι ὕπαρχοι στέλλονται.

καὶ οὗτοι ὡς ἀφίκοντο πρὸς τὸν Ἰνδὸν ποταμόν, ἔπρασσον ὅσα ἐξ Ἀλεξάνδρου ἦν τεταγμένα. Ἄστις δὲ ὁ τῆς Πευκελαώτιδος ὕπαρχος νεωτερίσας αὐτός τε ἀπόλλυται καὶ τὴν πόλιν προσαπώλεσεν, ἐς ἥντινα ξυμπεφεύγει. ἐξεῖλον γὰρ αὐτὴν ἐν τριάκοντα ἡμέραις προσκαθήμενοι οἱ ξὺν Ἡφαιστίωνι. καὶ αὐτὸς μὲν Ἄστις ἀποθνήσκει, τῆς πόλεως δὲ ἐπιμελεῖσθαι ἐτάχθη Σαγγαῖος, ὃς ἔτι πρόσθεν πεφευγὼς Ἄστιν παρὰ Ταξίλην ηὐτομολήκει· καὶ τοῦτο ἦν αὐτῷ τὸ πιστὸν πρὸς Ἀλέξανδρον.