Ἀλεξάνδρου Ἀνάβασις

Arrian

Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.

παρʼ Ἀλέξανδρον δὲ ἧκεν καὶ αὖθις Σκυθῶν τῶν ἐκ τῆς Εὐρώπης πρεσβεία ξὺν τοῖς πρέσβεσιν οἷς αὐτὸς ἐς Σκύθας ἔστειλεν. ὁ μὲν δὴ τότε βασιλεὺς τῶν Σκυθῶν ὅτε οὗτοι ὑπὸ Ἀλεξάνδρου ἐπέμποντο τετελευτηκὼς ἐτύγχανεν, ἀδελφὸς δὲ ἐκείνου ἐβασίλευεν.

ἦν δὲ ὁ νοῦς τῆς πρεσβείας ἐθέλειν ποιεῖν πᾶν τὸ ἐξ Ἀλεξάνδρου ἐπαγγελλόμενον Σκύθας· καὶ δῶρα ἔφερον Ἀλεξάνδρῳ παρὰ τοῦ βασιλέως τῶν Σκυθῶν ὅσα μέγιστα νομίζεται ἐν Σκύθαις· καὶ τὴν θυγατέρα ὅτι ἐθέλει Ἀλεξάνδρῳ δοῦναι γυναῖκα βεβαιότητος οὕνεκα τῆς πρὸς Ἀλέξανδρον φιλίας τε καὶ ξυμμαχίας.

εἰ δὲ ἀπαξιοῖ τὴν Σκυθῶν βασίλισσαν γῆμαι Ἀλέξανδρος, ἀλλὰ τῶν γε σατραπῶν τῶν τῆς Σκυθικῆς χώρας καὶ ὅσοι ἄλλοι δυνάσται κατὰ τὴν γὴν τὴν Σκυθίδα, τούτων τὰς παῖδας ἐθέλειν δοῦναι τοῖς πιστοτάτοις τῶν ἀμφʼ Ἀλέξανδρον· ἥξειν δὲ καὶ αὐτὸς ἔφασκεν, εἰ κελεύοιτο, ὡς παρʼ αὐτοῦ Ἀλεξάνδρου ἀκοῦσαι ὅσα ἐπαγγέλλοι.

ἀφίκετο δʼ ἐν τούτῳ παρʼ Ἀλέξανδρον καὶ Φαρασμάνης ὁ Χορασμίων βασιλεὺς ξὺν ἱππεῦσι

p.172
χιλίοις καὶ πεντακοσίοις. ἔφασκεν δὲ ὁ Φαρασμάνης ὅμορος οἰκεῖν τῷ τε Κόλχων γένει καὶ ταῖς γυναιξὶ ταῖς Ἀμαζόσι, καὶ εἰ θέλοι Ἀλέξανδρος ἐπὶ Κόλχους τε καὶ Ἀμαζόνας ἐλάσας καταστρέψασθαι τὰ ἐπὶ τὸν πόντον τὸν Εὔξεινον ταύτῃ καθήκοντα γένη, ὁδῶν τε ἡγεμὼν ἔσεσθαι ἐπηγγέλλετο καὶ τὰ ἐπιτήδεια τῇ στρατιᾷ παρασκευάσειν.

τοῖς τε οὖν παρὰ τῶν Σκυθῶν ἥκουσι φιλάνθρωπα ἀποκρίνεται Ἀλέξανδρος καὶ ἐς τὸν τότε καιρὸν ξύμφορα, γάμου δὲ οὐδὲν δεῖσθαι Σκυθικοῦ, καὶ Φαρασμάνην ἐπαινέσας τε καὶ φιλίαν καὶ ξυμμαχίαν πρὸς αὐτὸν ξυνθέμενος αὑτῷ μὲν τότε οὐκ ἔφη ἐν καιρῷ εἶναι ἐλαύνειν ἐπὶ τὸν Πόντον· Ἀρταβάζῳ δὲ τῷ Πέρσῃ, ὅτῳ τὰ Βακτρίων ἐξ Ἀλεξάνδρου ἐπετέτακτο, καὶ ὅσοι ἄλλοι πρόσχωροι τούτῳ σατράπαι ξυστήσας Φαρασμάνην ἀποπέμπει ἐς τὰ ἤθη τὰ αὐτοῦ.

αὑτῷ δὲ τὰ Ἰνδῶν ἔφη ἐν τῷ τότε μέλειν. τούτους γὰρ καταστρεψάμενος πᾶσαν ἂν ἤδη ἔχειν τὴν Ἀσίαν· ἐχομένης δὲ τῆς Ἀσίας ἐπανιέναι ἂν ἐς τὴν Ἑλλάδα, ἐκεῖθεν δʼ ἐφʼ Ἑλλησπόντου τε καὶ τῆς Προποντίδος ξὺν τῇ δυνάμει πάσῃ τῇ τε ναυτικῇ καὶ τῇ πεζικῇ ἐλάσειν εἴσω τοῦ Πόντου· καὶ ἐς τὸ τότε ἠξίου ἀποθέσθαι Φαρασμάνην ὅσα ἐν τῷ παραυτίκα ἐπηγγέλλετο.

αὐτὸς δὲ ἐπὶ τὸν Ὄξον τε ποταμὸν ᾔει αὖθις καὶ εἰς τὴν Σογδιανὴν προχωρεῖν ἐγνώκει, ὅτι πολλοὺς τῶν Σογδιανῶν ἐς τὰ ἐρύματα ξυμπεφευγέναι ἠγγέλλετο οὐδὲ ἐθέλειν κατακούειν τοῦ σατράπου, ὅστις αὐτοῖς ἐξ Ἀλεξάνδρου ἐπετέτακτο. στρατοπεδεύοντος δὲ αὐτοῦ ἐπὶ τῷ ποταμῷ τῷ Ὄξῳ οὐ μακρὰν τῆς σκηνῆς τῆς αὐτοῦ Ἀλεξάνδρου πηγὴ ὕδατος καὶ ἄλλη ἐλαίου πηγὴ πλησίον αὐτῆς ἀνέσχε.

καὶ Πτολεμαίῳ

p.173
τῷ Λάγου τῷ σωματοφύλακι ἐπειδὴ ἐσηγγέλθη τὸ τέρας, Πτολεμαῖος Ἀλεξάνδρῳ ἔφρασεν. Ἀλέξανδρος δὲ ἔθυεν ἐπὶ τῷ φάσματι ὅσα οἱ μάντεις ἐξηγοῦντο. Ἀρίστανδρος δὲ πόνων εἶναι σημεῖον τοῦ ἐλαίου τὴν πηγὴν ἔφασκεν, ἀλλὰ καὶ νίκην ἐπὶ τοῖς πόνοις σημαίνειν.