Anonymi (Arriani, ut fertur) periplus maris Erythraei

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

57. Τοῦτον δὲ ὅλον τὸν εἰρημένον περίπλουν ἀπὸ Κανῆς καὶ τῆς Εὐδαίμονος Ἀραβίας οἱ μὲν ---μικροτέροις πλοίοις περικολπίζοντες ἔπλεον, πρῶτος δὲ Ἵππαλος

299
κυβερνήτης, κατανοήσας τὴν θέσιν τῶν ἐμπορίων καὶ τὸ σχῆμα τῆς θαλάσσης, τὸν διὰ πελάγους ἐξεῦρε πλοῦν, ἀφʼ οὐ καὶ τοπικῶς ἐκ τοῦ ὠκεανοῦ φυσώντων, κατὰ τὸν καιρὸν τῶν παῤ ἡμῖν, ἐτησίων ἐν τῶ Ἰνδικῷ πελάγει ὁ λιβόνοτος φαίνεται [ἵππαλος] προςονομάζεσθαι [ἀπὸ τῆς προσηγορίας τοῦ πρώτως ἐξευρηκότος τὸν διάπλουν]. Ἀφʼ οὗ μέχρι καὶ νῦν τινὲς μὲν εὐθὺς ἀπὸ τῶν Κανῆς, τινὲς δὲ ἀπὸ τῶν Ἀρωμάτων ἀφιέντες οἱ μὲν εἰς Λιμυρικὴν πλέοντες ἐπὶ πλεῖον τραχηλίζοντες, οἱ δὲ εἰς Βαρύγαζα οἵ τε εἰς Σκυθίαν οὐ πλεῖον ἢ τρεῖς ἡμέρας ἀντέχουσι καὶ τὸ λοιπὸν παρεπίφορον πρὸς ἴδιον δρόμον --- ἐκ τῆς χώρας ὑψηλοὶ διὰ τοῦ ἔξωθεν γῆς παραπλέουσι τοὺς προειρημένους κόλπους.

58. Ἀπὸ δὲ Βακαρῆς τὸ λεγόμενον Πυρρὸν ὄρος ἄλλῃ παρήκει χώρα τῆ ---κης η ---Παραλίᾳ λεγομένῃ πρὸς αὐτὸν τὸν νότον ἐν ᾗ καὶ κολύμβησίς ἐστιν ὑπὸ τὸν βασιλέα Πανδίονα πινικοῦ καὶ πόλις ἡ λεγομένη Κόλχοι. Πρῶτος τόπος Βαλίτα καλούμενος ὅρμον καλὸν ἔχων καὶ κώμην παραθαλάσσιον· ἀπὸ δὲ ταύτης ἐστὶν

300
ἕτερος τόπος τὸ Κομὰρ λεγόμενον, ἐν ᾧ τόπῳ βριάριόν--- ἐστι καὶ λιμὴν, εἰς ὃν οἱ βουλόμενοι τὸν μέλλοντα αὐτοῖς χρόνον ἱεροὶ γενέσθαι ἐρχόμενοι ἀπολούονται καὶ χῆροι μένουσιν αὐτοῦ· τὸ δὲ αὐτὸ καὶ γυναῖκες· ἱστορεῖται γὰρ τὴν θεὸν ἐκεῖ ἐπιμεῖναι κατά τινα χρόνον καὶ ἀπολελοῦσθαι.

59. Ἀπὸ δὲ τοῦ Κομαρεὶ ἐκτείνουσα πρὸς τὸν νότον χώρα μέχρι Κόλχων, ἐν ᾗ κολύμβησις τοῦ πινικοῦ ἐστίν ἀπὸ δὲ κατακρισίμων κατεργάζεται· ὑπὸ τὸν βασιλέα Πανδίονά ἐστι. Μετὰ δὲ Κόλχους ἐκδέχεται πρότερος ---αἰγιαλὸς ἐν κόλπῳ κείμενος, ἔχων χῶρον μεσόγειον, λεγόμενον Ἀργάλου· ἐν ἑνὶ τόπῳ ---τερονεῖται

301
τὸ παῤ αὐτὴν τὴν Ἠπιοδώρου [νῆσον] συλλεγόμενον πινικόν· φέρονται γὰρ ἐξ αὐτῆς σινδόνες, ---

60. Τῶν δὲ τοπικῶν ἐμπορίων τε καὶ ὅρμων, εἰς οὃς οἵ τε ἀπὸ τῆς Aιμυρικῆς καὶ ἀπʼ ἄρκτου πλέοντες κατάγονται, ἐπισημότερα καὶ κατὰ τὸ ἑξῆς κείμενά ἐστιν ἐμπόρια Καμάρα καὶ Ποδούκη καὶ Σωπάτμα, ἐν οἷς τοπικὰ μέν ἐστι πλοῖα μέχρι Λιμυρικῆς παραλεγόμενα τὴν γῆν, ἕτερα ὃ ἐκ μονοξύλων πλοίων μεγίστων ἁφαῖς ἐζευγμένων, λεγόμενα σάγγαρα, τὰ δὲ εἰς τὴν Χρυσῆν καὶ εἰς τὸν Γάγγην διαίροντα κολανδιοφωντα τὰ μέγιστα. Προχωρεῖ δὲ εἰς τοὺς τόπους πάντα τὰ εἰς τὴν Aιμυρικὴν ἐργαζόμενα, καὶ σχεδὸν εἰς αὐτοὺς καταντᾷ τό τε χρῆμα τὸ ἀπʼ Aἰγύπτου φερόμενον τῷ παντὶ χρόνῳ καὶ τὰ πλεῖστα γένη πάντων τῶν ἀπὸ Λιμυρικῆς φερομένων, [καὶ] διὰ ταύτης τῆς παραλίας ἐπιχορηγουμένων.

61. Περὶ δὲ τὴν μετʼ αὐτὴν χώραν, ἤδη πρὸς ἀνατολὴν τοῦ πλοὸς ἀπονεύοντος, εἰς πέλαγος ἔκκειται πρὸς αὐτὴν τὴν δύσιν νῆσος λεγομένη Παλαισιμούνδου,

302
παρὰ δὲ τοῖς ἀρχαίοις αὐτῶν Ταπροβάνη. Ταύτης τὰ μὲν πρὸς βορέαν ἐστὶν ἥμερα καὶ διαπλεῖται τοῖς εἰς τὸν πλιονακιστινει καὶ σχεδὸν εἰς τὸ κατʼ αὐτῆς ἀντιπαρακείμενον Ἀζανίας παρήκει. Γίνεται δὲ ἐν αὐτῇ πινικὸν καὶ λιθία διαφανής καὶ σινδόνες καὶ χελῶναι.