Descriptio Graeciae

Dionysius, Calliphontis

Dionysius, Calliphontis, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • ἡ προσαγορευομένη Πλαταιαὶ, μετὰ δέ τις
  • πόλις ὑπόκειται Νῖσα. Μῆκός ἐστι τῆς
  • Βοιωτίας στάδι’, ὡς λέγεται, πεντακόσια,
  • διακόσια δὲ χἁβδομήκοντʼ ἐστὶ τό
  • πλάτος. Ποταμοὺς ἔχει δὲ τὸν μέν λεγόμενον
  • Ἰσμηνὸν Ἀσωπόν τε, πεδία δʼ εὔυδρα
  • παρακείμενʼ ἔστʼ· ἔπειτα χώρα Μεγαρέων.
  • Ἐντεῦθεν ἀρχή τῆς Πελοποννήσου ---
  • 15 Λιμήν
  • χωστὸς ὑπόκειται καὶ Λέχαιον λεγομένη
  • πόλις ---
  • Κρήτη τίς ἐστι κατὰ Κύθηρα κειμένη
  • νῆσος περίκλυστος· ἔστι δʼ αὐτῆς τὸ μέγεθος
  • δισχιλίων καὶ πεντακοσίων που σχεδόν
  • σταδίων· ἀπασῶν δʼ ἐστὶ πελαγιωτάτη,
  • στενὴ δὲ τελέως· ἐν δὲ ταύτη τρία γένη
  • ἐποικίαν ἔσχηκεν Ἑλλήνων· τὸ μέν
  • Λακεδαιμονίων, ἔπειτεν Ἀργείων, τὸ δέ
  • ἀπὸ τῶν Ἀθηναίων· ἔχει δὲ βάρβαρα
  • αὐτόχθονα γένη. Φασὶ δʼ ἐν Κρήτη πόλιν