Ad Nicomedem regem, vv. 1-980
Pseudo-Scymnus
Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855
ἐρημίαν δʼ ἔχουσα πλείστην, διὰ τὸ καίτὰ μὲν ἔμπυῤ εἶναι μᾶλλον αὐτῶν τὰ δʼ ἔνυγρα.Χρῶνται δὲ Κελτοὶ τοῖς ἔθεσιν Ἑλληνικοῖς,ἔχοντες οἰκειότατα πρὸς τὴν Ἑλλάδα διὰ τὰς ὑποδοχὰς τῶν ἐπιξενουμένων·σὺν μουσικῇ δʼ ἄγσυσι τὰς ἐκκλησίας,ζηλοῦντες αὐτὴν ἡμερώσεως χάριν.Τούτων δ᾿ κεῖται λεγομένη τις ἐσχάτηστήλη βόρειος· ἔστι δʼ ὑψηλὴ πάνυ203
εἰς κυματῶδες πέλαγος ἀνατείνουσ᾿ ἄκραν.Οἰκοῦσι τῆς στήλης δὲ τοὺς ἐγγὺς τόπουςΚελτῶν ὅσοι λήγουσιν ὄντες ἔσχατοιἜνετοί τε καὶ τῶν ἐντὸς εἰς τὸν ἈδρίανἼστρων καθηκόντων· λέγουσι δʼ αὐτόθεν τὸν Ἴστρον ἀρχήν λαμβάνειν τοῦ ῥεύματος.Τῶν πρὸς τὸ Σαρδῷον δ᾿ πέλαγος κειμένωνοἰκοῦσι Λιβυφοίνικες, ἐκ Καρχηδόνοςἀποικίαν λαβόντες· ἑξῆς δʼ, ὡς λόγος,Ταρτήσσιοι κατέχουσιν· εἶτ᾿ Ἴβηρες οἱ204
προσεχεῖς. Ἐπάνω τούτων δὲ κεῖνται τῶν τόπων