Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • τῆς πραγματείας ἐπιγραφὴν εἰληφότι.
  • Ἐγὼ δʼ ἀκούων, διότι τῶν νῦν βασιλέων
  • μόνος βασιλικὴν χρηστότητα προσφέρεις,
  • πεῖραν ἐπεθύμησʼ αὐτὸς ἐπʼ ἐμαυτοῦ λαβεῖν
  • καὶ παραγενέσθαι καὶ τί βασιλεύς ἐστʼ ἰδεῖν,
  • ἵνʼ αὐτὸς ἑτέροις πάλιν ἀπαγγέλλειν ἔχω.
  • Διὸ τῇ προθέσει σύμβουλον ἐξελεξάμην
  • τὸν συγκατορθώσαντα καὶ τῷ σῷ πατρί
  • τὰ τῆς βασιλείας πρότερον, ὡς ἀκούομεν,
  • παρὰ σοί τε, βασιλεῦ, γνησίως τιμώμενον
  • κατὰ πάντα, τὸν Ἀπόλλωνα τὸν Διδυμῆ λέγω,
  • τὸν καὶ θεμιστεύοντα καὶ μουσηγέτην.
  • Οὗ δὴ σχεδὸν μάλιστα καὶ πεπεισμένος
  • πρὸς σὴν κατὰ λόγον ἧκα κοινὴν γὰρ σχεδόν
  • τοῖς φιλομαθοῦσιν ἀναδέδειχας ἑστίαν·
  • θεὸς δὲ συνεφάψαιτα τῇ προαιρέσει.,
  • Ἐκ τῶν σποράδην γὰρ ἱστορουμένων τισίν
  • ἐν ἐπιτομῇ σοι γέγραφα τὰς ἀποικίας