De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

99. Ἴδιον δέ τι παρὰ τοῖς ἐγχωρίοις συμβαίνει περὶ τοὺς ἠσθενηκότας ὑπὸ μακρᾶς νόσου τὰ σώματα. Διαπνεομένου γὰρ τοῦ σώματος ὑπʼ ἀκράτου καὶ τμητικῆς φύσεως, καὶ τῆς συγκρίσεως τῶν ὄγκων εἰς ἀραίωμα συναγομένης, ἔκλυσις ἐπακολουθεῖ δυσβοήθητος. Διόπερ τοῖς τοιούτοις ἄσφαλτον παραθυμιῶσι καὶ τράγου πώγωνα, ταῖς ἐναντίαις φύσεσι καταμαχόμενοι τὴν ὑπερβολὴν τῆς εὐωδίας. Τὸ γὰρ καλὸν ποσότητι μὲν καὶ τάξει μετρούμενον ὠφελεῖ καὶ τέρπει τοὺς ἀνθρώπους, ἀναλογίας δὲ καὶ καθήκοντος καιροῦ διαμαρτὸν ἀνόνητον ἔχει τὴν δωρεάν.
100. Τὸ δὲ τῶν Σαβαίων ἄστυ τοῦ παντὸς ἔθνους προσηγορίαν δηλοῦν, ἐπʼ ὄρους ἐστὶν οὐ μεγάλου, πολὺ κάλλιστον τῶν κατὰ τὴν Ἀραβίαν, ὃ καλεῖται Σάβας.
189
[*](Phot.) Ὁ δὲ βασιλεύων τοῦ παντὸς ἔθνους προεδρίαν ἔχει παρὰ τοῦ λαοῦ τῇ μὲν ἔντιμον τῇ δὲ ἀκληροτάτην· ἔντιμον μὲν ὅτι πολλοῖς ἐπιτάττει, κατὰ κρίσιν ἀνυπεύθυνον ὃ βούλεται πράττων, ἄκληρον δὲ ὅτι παραλαβὼν τὴν ἐπιμέλειαν οὐ δύναται πάλιν ἐκ τῶν βασιλείων ἐξελθεῖν· εἰ δὲ μὴ, λιθόλευστος ὑπὸ πάντων γίνεται κατὰ χρησμὸν ἀρχαῖον, ὥστε εἶναι τὴν ὑπεροχήν βλαβεράν.