De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

44. Τὸ δὲ τέταρτον τῶν Ἰχθυοφάγων γένος τὴν οἴκησιν ἔχει τοιαύτην. Μνίου φόρτος ἄπλετος ἐκ τοῦ παντὸς αἰῶνος, ὄρει παραπλήσιος, σεσώρευται, καὶ πᾶς οὗτος ὑπὸ τοῦ προσβάλλοντος ἀεὶ κύματος σκληρῶς πεπιλημένος, ὥστε ὁμογενοῦς ὄγκου καὶ μίαν φύσιν ἔχοντος διὰ τὴν μίξιν καὶ συμπλοκήν τῆς ἄμμου μηδὲν παραλλάσσειν. Εἶτα ὑπονόμους αὐτοῖς ἀνδρομήκεις ὀρύττουσι, τὸν μὲν κατὰ κορυφήν ὄγκον ἐῶντες ὠχυρῶσθαι καὶ στέγειν διὰ τῆς εἰρημένης συνδέσεως, ἐκ δὲ τοῦ κάτωθεν ἐδάφους παραμήκεις αὐλῶνας κατασκευαζόμενοι, πρὸς ἀλλήλους πάντοθεν συντετρημένους, ἐν οἷς τέως μέν τινος τὰ πρὸς τὸν ἄνεμον φωτίσαντες ἄγουσιν ἡσυχίαν, ἐπὰν δὲ πλημμυρὶς ἐπέλθῃ, τὰ πρὸς τὴν ἄγραν ὡς καὶ προείρηται παρασκευάζονται.
44. Ῥητέον δʼ ἡμῖν καὶ περὶ τοῦ τετάρτου μέρους τῆς σκηνώσεως. Ἐκ γὰρ τοῦ παντὸς αἰῶνος σεσώρευται τοῦ μνίου φόρτος ἄπλατος, ὄρει παρεμφερής· οὗτος ὑπὸ τῆς συνεχοῦς τοῦ κύματος πληγῆς πεπιλημένος τὴν φύσιν ἔχει στερέμνιον καὶ συμπεπλεγμένη ἄμμῳ· ἐν τούτοις οὖν τοῖς ἀναστήμασιν ὑπονόμους ἀνδρομήκεις ὀρύττοντες, τὸν μὲν κατὰ κορυφὴν τόπον ἐῶσι στέγην, κάτωθεν δʼ αὐλῶνας παραμήκεις καὶ πρὸς ἀλλήλους συντετρημένους κατασκευάζουσιν. Ἐν δὲ τούτοις ἀναψύχοντες ἑαυτοὺς ἀλύπους κατασκευάζουσι, καὶ κατὰ τὰς ἐπικλύσεις τῶν κυμάτων ἐκπηδῶντες περὶ τὴν θήραν τῶν ἰχθύων ἀσχολοῦνται· ὅταν δὲ ἄμπωτις γένηται, κατευωχησόμενοι τὰ ληφθέντα συμφεύγουσι πάλιν εἰς τοὺς προειρημένους αὐλῶνας.