De Rubro Mari

Agatharchides

Agatharchides, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

101. Τῶν δὲ ἀνδρῶν οἱ μὲν καταγινόμενοι πρὸς τὸ οἴκοι ἐνδιατρίβειν βραχύ τι τοῦ θήλεος γένους ἀλκιμώτερον ἄγουσιν, ὑπὸ τῆς συνεχοῦς ἀπογυναικούμενοι ῥᾳστώνης· οἱ δὲ ἄλλοι τά τε πρὸς πόλεμον μελετῶσι καὶ τὴν χώραν ἅπασαν ἐργάζονται καὶ στέλλουσιν ἀπʼ οἰκίας, τοῖς μείζοσι χρώμενοι σχεδίαις. Κομίζουσι δὲ ἄλλα τε, καὶ μάλιστα τὸν εὐώδη καρπὸν τὸν ἐν τῷ πέραν φυόμενον ἀραβιστὶ δὲ λέγεται λάριμναν, μεγίστην ἔχοντα τῶν ἄλλων θυμιαμάτων εὐωδίαν, ὃν κρατεῖν λέγεται γένους ἀρρωστίας ὡς ἐπὶ τὸ πολὺ σωματικῆς. Οὐδεμίαν δὲ τῆς γῆς ἄλλην ὕλην φερούσης, ἀναγκάζονται πρὸς τὰ καθʼ ἡμέραν τὸ κιννάμωμον καὶ τὴν κασσίαν καίειν, καὶ πρὸς τὰς ὑπολοίπους ἐν τῷ βίῳ χρείας· οὕτως ἀνίσως τὰ αὐτῆς ἡ τύχη μεμέρικε, τοῖς μὲν σπάνιν τῶν σπουδαίων, τοῖς δὲ πλῆθος διδοῦσα. Τῶν δὲ Σαβαίων χρῶνται καὶ τοῖς δερματίνοις οὐκ ὀλίγοι πορείοις, διδασκούσης τὴν χρείαν τῆς ἀναπώτιδος, καίπερ ἐν τρυφῇ καταγινομένους.