Descriptio Graeciae

Heraclides, Criticus

Dicaearchus, Messenius (Pseudo); Heraclides, Criticus, author; Geographi Graeci Minores, Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

Ὅτι τὸ καλούμενον Πήλιον ὄρος μέγα τ᾿ ἐστὶ καὶ ὑλῶδες, δένδρα ἔχον τοσαῦτα καρποφόρα, ὅσα καὶ τὰς τῶν γεωργουμένων συμβαίνει χώρας. Τοῦ δʼ ὄρους ἡ μεγίστη καὶ λασιωτάτη ῥίζα τῆς πόλεως κατὰ μέν πλοῦν ἀπέχει στάδια, πεζῇ δὲ κ΄.

(2) Πᾶν δ᾿ ἐστὶ τὸ ὄρος μαλακὸν, γεώλοφόν τε καὶ πάμφορον· ὕλης δʼ ἐν αὐτῷ πᾶν φύεται γένος· πλείστην δʼ ὀξύην ἔχει καὶ ἐλάτην, σφένδαμνόν τε καὶ ζυγίαν, ἔτι δὲ κυπάρισσον καὶ κέδρον· ἔστι δʼ ἐν αὐτῶ καὶ ἄνθη, τά τε ἄγρια καλούμενα λείρια καὶ λυχνῖδες.

(3) Γίνεται δʼ ἐν αὐτῷ καὶ βοτάνη ἐν τοῖς χερσώδεσι μάλιστα χωρίοις καὶ ῥίζα δένδρου, ἥτις τῶν ὄφεων δήγματα δοκεῖ ἀπέχειν ἐπικίνδυνα· τοὺς μὲν ἐκ τῆς χώρας ἐν ᾗ πέφυκε τῇ δσμῇ μακρὰν ἀπελαύνει, τοὺς δʼ ἐγγίσαντας ἀχρειοῖ, κάρον καταχέουσα, τοὺς δʼ ἁψαμένους αὐτῆς ἀναιρεῖ τῇ ὀσμῇ·

(4) τοιαύτην τὴν δύναμιν ἔχει,

107
τοῖς δʼ ἀνθρώποις ἡδεῖα καταφαίνεται· τῆ τοῦ θύμου γάρ ἐστιν ἀνθοῦντος ὀσμῇ παραπλησία, τοὺς δὲ δνχθέντας ὑφ᾿ οὑποτοῦν ὄφεως ἐν οἴνῳ δοθεῖσα ὑγιάζει.

(5) Φύεται δʼ ἐν τῷ ὄρει καὶ καρπὸς ἀκάνθης, ταῖς λευκαῖς παραπλήσιος μύρτοις· ὃν ὅταν τις τρίψας ἐλαίῳ καταχρίσαι τὸ σῶμα, τοῦ μεγίστου χειμῶνος οὐ λαμβάνει τὴν ἐπαίσθησιν ἢ πάνυ βραχεῖαν, οὐδὲ ἐν τῷ θέρει τοῦ καύματος, κωλύοντος τοῦ φαρμάκου τῆ αὐτοῦ πυκνώσει τὸν ἔξωθεν ἀέρα καταμάθοις διϊκνεῖσθαι τοῦ σώματος.

(6) Σπάνιος δʼ ἐστὶν ὁ καρπὸς οὗτος καὶ ἐν φάραγξι καὶ ἐν τόποις φυόμενος ἀποκρήμνοις, ὥστε μόλις μέν εὑρεῖν, ἂν δʼ εὕρῃ τις, μὴ εὐχερῶς δύνασθαι λαβεῖν, ἂν δʼ ἐπιχειρῇ λαμβάνειν, κινδυνεύειν ἀπὸ τῶν πετρῶν κατακυλισθέντα διαφθαρῆναι. Μένει δʼ ἡ δύναμις ἕως ἐνιαυτοῦ, χρονισθεῖσα δʼ ἀπόλλυσι τὴν ἑαυτῆς ἐνέργειαν.

7. Ποταμοὶ δὲ διὰ τοῦ ὄρους ῥέουσι δύο, Κραυσίνδων τε καλούμενος καὶ Βρύχων· ὁ μέν τοὺς ὑπὸ ταῖς τοῦ Πηλίου --- γεωργουμένους κειμένους ἀρδεύων ἀγροὺς, ὁ δὲ παραρρέων μὲν τὸ τῆς Πηλαίας ἄλκος, ἐκβάλλων δὲ εἰς θάλασσαν.

(8) Ἐπ᾿ ἔκρας δὲ τῆς τοῦ ὄρους κορυφῆς σπηλαῖόν ἐστι τὸ καλούμενον Χειρώνιον, καὶ Διὸς ἀκραίου ἱερὸν, ἐφ᾿ δ κατὰ κυνὸς ἀνατολήν κατὰ τὸ ἀκμαιότατον καῦμα ἀναβαίνουσι τῶν πολιτῶν οἱ ἐπιφανέστατοι καὶ ταῖς ἡλικίαις ἀκμάζοντες, ἐπιλεχθέντες ἐπὶ τοῦ ἱερέως, ἐνεζωσμένοι κώδια τρίποκα καινά· τοιοῦτον συμβαίνει ἐπὶ τοῦ ὄρους τὸ ψῦχος εἶναι.

(9) Τοῦ δὲ ὄρους ἡ μὲν μία πλευρὰ παρά τε τὴν Μαγνησίαν καὶ τὴν Θεσσαλίαν παρήκει, πρός τε ζέφυρον καὶ ἡλίου δύσιν ἐστραμμένη· ἡ δʼ ἐπὶ τὸν Ἄθω καὶ τὸν Μακεδονικὸν ἐπικεκλημένον κόλπον, πλαγίαν ἔχουσα πᾶσαν καὶ τραχεῖαν τὴν εἰς τὴν Θεσσαλίαν ἐστραμμένην χώραν.

(10) Τὸ δὲ ὄρος πολυφάρμακόν τέ ἐστι

108
καὶ πολλὰς ἔχον καὶ παντοδαπὰς δυνάμεις τάς τε ὄψεις αὐτῶν γινώσκουσι καὶ χρῆσθαι δυναμένοις· μίαν δέ τινα [ἥτις] ἔχει [ἄλλας] καὶ ἔλλας δυνάμεις ἀνομοίου. Φύεται δὲ τὸ δένδρον τῷ μεγέθει μὲν οὐ πλέον ἢ πήχεος τοῦ ὑπέρ γῆς φαινομένου, τῇ δὲ χρόᾳ μέλαν· ἡ δέ ῥίζα ἕτερον τοσοῦτόν ἐστι κατὰ γῆς πεφυκυῖα.