Periplus Scylacis

Scylax of Caryanda

Scylax of Caranda. Geographi Graeci Minores, Volume 1. Müller, Karl. Paris: Ambroise Firmin Didot, 1855.

Ἄρξομαι δὲ ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Εὐρώπῃ---μέχρι Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Λιβύῃ, καὶ μέχρι Αἰθιόπων τῶν μεγάλων. Εἰσὶ δὲ ἀλλήλων καταντικρὺ αἱ Ἡράκλειοι στῆλαι, καὶ ἀπέχουσιν ἀλλήλων πλοῦν ἡμέρας. Καὶ νῆσοι ἐνταῦθα ἔπεισι δύο, αἷς

16
ὄνομα Γάδειρα. Τούτων ἡ ἑιέρα πόλιν ἔχει ἀπέχου· σαν ἡμέρας πλοῦν ἀπὸ Ἡρακλείων στηλῶν. Ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῆ Εὐρώπῃ ἐμπόρια πολλὰ Καρχηδονίων καὶ πηλὸς καὶ πλημμυρίδες καὶ πελάγη.