Amores

Pseudo-Lucian

Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 2. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.

τούτοις γε μὴν εἰς τοσοῦτον τυραννικῆς βίας ἡ τόλμα προέκοψεν, ὡς μέχρι σιδήρῳ τὴν φύσιν ἱεροσυλῆσαι· τῶν δ’ ἀρρένων τὸ ἄρρεν ἐκκενώσαντες εὗρον ἡδονῆς παρέλκοντα μέτρα. οἱ δ’ ἄθλιοι καὶ δυστυχεῖς ἵν’ ἐπὶ πλέον ὦσι παῖδες, οὐδὲ ἔτι μένουσιν ἄνδρες, ἀμφίβολον αἴνιγμα διπλῆς φύσεως, οὔτ’ εἰς ὃ γεγέννηνται φυλαχθέντες οὔτ’ ἔχοντες ἐφ’ ὃ μετέβησαν· τὸ δ’ ἐν νεότητι

παραμεῖναν ἄνθος εἰς γῆρας αὐτοὺς μαραίνει πρόωρον. ἅμα γὰρ ἐν παισὶν ἀριθμοῦνται, καὶ γεγηράκασιν οὐδὲν ἀνδρῶν μεταίχμιον ἔχοντες. οὕτως ἡ μιαρὰ καὶ παντὸς καχοῦ διδάσκαλος τρυφὴ ἄλλην ἀπ’ ἄλλης ἡδονὰς ἀναισχύντους ἐπινοοῦσα μέχρι τῆς οὐδὲ ῥηθῆναι δυναμένης εὐπρεπῶς νόσου κατώλισθεν, ἵνα μηδὲν ἀγνοῇ μέρος ἀσελγείας.

Λυκίνος
    Λυκίνος
      Λυκίνος
        Λυκίνος
          Λυκίνος
            Λυκίνος
              Λυκίνος
                Λυκίνος
                  Λυκίνος
                    Λυκίνος
                      Λυκίνος
                        Λυκίνος
                          Λυκίνος
                            Λυκίνος
                              Λυκίνος
                                Λυκίνος
                                  Λυκίνος
                                    Λυκίνος
                                      Λυκίνος