Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

τὴν δὲ ἀντιτεταγμένην δύναμιν οὕτω διαφθείρας προσεδέξατο τοὺς ὑπολελειμμένους τῶν φυγάδων καὶ πρὸς Δεινοκράτην διαλυθεὶς στρατηγὸν αὐτὸν μέρους τῆς δυνάμεως ἀπέδειξε καὶ διετέλεσε πιστεύων τὰ μέγιστα. θαυμάσειε δʼ ἄν τις ἐν τούτοις τὸν Ἀγαθοκλέα, πῶς πρὸς ἅπαντας ὑπόπτως ἔχων καὶ μηδέποτε μηδενὶ βεβαίως πιστεύσας πρὸς μόνον Δεινοκράτην διετήρησε τὴν φιλίαν μέχρι τελευτῆς.

ὁ δὲ Δεινοκράτην προδοὺς τοὺς συμμάχους τὸν μὲν Πασίφιλον ἐν τῇ Γέλᾳ συναρπάσας

v.5.p.302
ἀπέκτεινεν, τὰ δὲ φρούρια καὶ τὰς πόλεις ἐνεχείρισεν Ἀγαθοκλεῖ, διετῆ χρόνον ἀναλώσας εἰς τὴν τῶν πολεμίων παράθεσιν.

κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι μὲν Παλιγνοὺς καταπολεμήσαντες τὴν χώραν ἀφείλοντο καί τισι τῶν δοξάντων τὰ Ῥωμαίων πεφρονηκέναι μετέδωκαν τῆς πολιτείας. μετὰ δὲ ταῦτα Σαμνιτῶν τὴν Φαλερνῖτιν πορθούντων ἀνέζευξαν ἐπʼ αὐτοὺς οἱ ὕπατοι καὶ γενομένης παρατάξεως προετέρησαν οἱ Ῥωμαῖοι.

σημείας μὲν οὖν εἷλον εἴκοσι, στρατιώτας δʼ ἐζώγρησαν ὑπὲρ τοὺς δισχιλίους. τῶν δʼ ὑπάτων εὐθὺς ἑλόντων πόλιν Βῶλαν Γέλλιος Γάιος ὁ τῶν Σαμνιτῶν ἡγεμὼν ἐφάνη μετὰ στρατιωτῶν ἑξακισχιλίων. γενομένης δὲ μάχης ἰσχυρᾶς αὐτός τε ὁ Γέλλιος ἑάλω καὶ τῶν ἄλλων Σαμνιτῶν οἱ πλεῖστοι μὲν κατεκόπησαν, τινὲς δὲ καὶ ζῶντες συνελήφθησαν. οἱ δʼ ὕπατοι τοιούτοις προτερήμασι χρησάμενοι τῶν συμμαχίδων πόλεων τὰς ἁλούσας ἀνεκτήσαντο, Σώραν, Ἁρπίναν καὶ Σερεννίαν.

v.5.p.303

τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Φερεκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Πόπλιος Σεμπρώνιος καὶ Πόπλιος Σολπίκιος, ὀλυμπιὰς δʼ ἤχθη παρὰ τοῖς Ἠλείοις ἐνάτη πρὸς ταῖς ἑκατὸν δέκα, καθʼ ἣν ἐνίκα στάδιον Ἀνδρομένης Κορίνθιος. ἐπὶ δὲ τούτων Δημήτριος μὲν Ῥόδον πολιορκῶν, ἐπὶ ταῖς κατὰ θάλατταν προσβολαῖς ἀποτυγχάνων, ἀπὸ τῆς γῆς διέγνω τὰς ἐπιθέσεις ποιεῖσθαι.

παρασκευασάμενος οὖν ὕλης παντοίας πλῆθος κατεσκεύασε μηχανὴν τὴν καλουμένην ἑλέπολιν, ὑπεραίρουσαν πολὺ τῷ μεγέθει τῶν πρὸ αὐτῆς γενομένων. ἐσχαρίου γὰρ ὄντος τετραγώνου τὴν μὲν πλευρὰν ἑκάστην ὑπεστήσατο πηχῶν σχεδὸν πεντήκοντα, συμπεπηγυῖαν ἐκ τετραγώνων ξύλων σιδήρῳ δεδεμένων· τὴν δὲ ἀνὰ μέσον χώραν διέλαβε δοκοῖς ἀλλήλων ἀπεχούσαις ὡσανεὶ πῆχυν, ὅπως παράστασις ᾖ τοῖς προωθεῖν τὴν μηχανὴν μέλλουσιν.