Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ὁ μὲν οὖν Δημήτριος ὥσπερ εἴς τινα ναυμαχίαν ἐκτάξας τὸν στόλον καταπληκτικῶς προηγεῖσθαι μὲν ἐποίησε τὰς μακρὰς ναῦς, ἐχούσας ἐπὶ ταῖς πρῴραις τοὺς τρισπιθάμους τῶν ὀξυβελῶν, ἐπακολουθεῖν δὲ τὰς στρατιωτικὰς καὶ τὰς ἱππηγοὺς ῥυμουλκουμένας ὑπὸ τῶν ταῖς εἰρεσίαις χρωμένων, ἐπὶ πᾶσι δὲ καὶ τὰ τῶν πειρατῶν πόρια καὶ τὰ τῶν ἐμπόρων καὶ ἀγοραίων, ὑπεράγοντα τῷ πλήθει, καθάπερ προείρηται, ὥστε πάντα τὸν ἀνὰ μέσον τόπον τῆς τε νήσου καὶ τῆς ἀντικειμένης παραλίας συμπεπληρωμένον φαίνεσθαι τοῖς πλοίοις καὶ πολὺν φόβον καὶ κατάπληξιν παρέχεσθαι τοῖς ἀπὸ τῆς πόλεως θεωροῦσιν.

οἱ μὲν γὰρ στρατιῶται τῶν Ῥοδίων διειληφότες τὰ τείχη τὸν ἐπίπλουν ἐκαραδόκουν τῶν πολεμίων, πρεσβῦται δὲ καὶ γυναῖκες ἀπὸ τῶν οἰκιῶν ἀφεώρων, οὔσης τῆς πόλεως θεατροειδοῦς, πάντες δὲ τό τε μέγεθος τοῦ στόλου καὶ τὴν αὐγὴν τῶν ἀποστιλβόντων ὅπλων καταπληττόμενοι περὶ τῶν ὅλων οὐ μετρίως ἠγωνίων.

εἶθʼ ὁ μὲν Δημήτριος κατέπλευσεν εἰς τὴν νῆσον, ἀποβιβάσας δὲ τὴν δύναμιν κατεστρατοπέδευσεν πλησίον τῆς πόλεως, ἐκτὸς βέλους ποιησάμενος τὴν παρεμβολήν. εὐθὺς δὲ τῶν πειρατῶν καὶ τῶν ἄλλων τοὺς εὐθέτους ἐξέπεμψε πορθήσοντας τὴν νῆσον καὶ

v.5.p.292
κατὰ γῆν καὶ κατὰ θάλατταν.

ἐδενδροτόμησε δὲ καὶ τὴν πλησίον χώραν καὶ καθεῖλε τὰς ἐπαύλεις, ἐξ ὧν ὠχύρωσε τὴν στρατοπεδείαν, περιλαβὼν τριπλῷ χάρακι καὶ σταυρώμασι πυκνοῖς καὶ μεγάλοις, ὥστε τὴν τῶν πολεμίων βλάβην γίνεσθαι τῶν ἰδίων ἀσφάλειαν. μετὰ δὲ ταῦτα πάσῃ τῇ δυνάμει καὶ τοῖς πληρώμασιν ἔχωσεν ἐν ὀλίγαις ἡμέραις τὸ μεταξὺ τῆς πόλεως διαλεῖπον πρὸς τὴν ἔκβασιν καὶ κατεσκεύασε λιμένα ταῖς ναυσὶν ἀρκοῦντα.