Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἅμα δὲ τούτοις πραττομένοις Διονύσιος ὁ τῆς Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ τύραννος ἐτελεύτησεν ἄρξας ἔτη τριάκοντα δύο, τὴν δὲ δυναστείαν διαδεξάμενοι οἱ υἱοὶ Ὀξάθρας καὶ Κλέαρχος ἦρξαν ἔτη ἑπτακαίδεκα. κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἐπῄει τὰς ὑπʼ αὐτὸν πόλεις ἀσφαλιζόμενος φρουραῖς καὶ χρήματα πραττόμενος· σφόδρα γὰρ εὐλαβεῖτο μήποτε διὰ τὰς γεγενημένας περὶ αὐτὸν ἀτυχίας ὁρμήσωσιν οἱ Σικελιῶται πρὸς τὴν αὐτονομίαν.

καθʼ ὃν δὴ χρόνον Πασίφιλος ὁ στρατηγός, ἀκούσας τὴν τῶν Ἀγαθοκλέους υἱῶν ἀναίρεσιν καὶ τὰ περὶ τὴν Λιβύην ἐλαττώματα, τοῦ μὲν δυνάστου κατεφρόνησε, πρὸς δὲ Δεινοκράτην ἀποστὰς καὶ φιλίαν αὐτῷ συνθέμενος τάς τε πόλεις ἃς ἦν πεπιστευμένος διακατέσχεν καὶ τὴν μετʼ αὐτοῦ δύναμιν ἐλπίσι ψυχαγωγήσας ἀλλοτρίαν κατεσκεύασε τοῦ

v.5.p.285
τυράννου.

ὁ δʼ Ἀγαθοκλῆς πανταχόθεν τῶν ἐλπίδων περικοπτομένων οὕτως ἐταπεινώθη τὴν ψυχὴν ὥστε διαπρεσβεύσασθαι πρὸς Δεινοκράτην καὶ παρακαλεῖν ἐπὶ τοῖσδε συνθήκας ποιήσασθαι, ἐκχωρῆσαι μὲν τῆς δυναστείας Ἀγαθοκλέα, παραδοῦναι δὲ τὰς Συρακούσσας τοῖς πολίταις καὶ μηκέτι εἶναι φυγάδα Δεινοκράτην, ἐξαίρετα δὲ δοθῆναι τῶν ἐρυμάτων Ἀγαθοκλεῖ δύο, Θέρμα καὶ Κεφαλοίδιον καὶ τὴν χώραν τὴν τούτων.