Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ὁ δʼ Ἀγαθοκλῆς ἐπειδὴ διεκομίσθη ταχέως ἐκ τῆς Λιβύης εἰς τὴν Σικελίαν, μεταπεμψάμενος μέρος τῆς δυνάμεως παρῆλθεν εἰς τὴν τῶν Αἰγεσταίων πόλιν οὖσαν σύμμαχον. ἀπορούμενος δὲ χρημάτων εἰσφέρειν ἠνάγκαζε τοὺς εὐπόρους τὸ πλεῖον μέρος τῆς ὑπάρξεως,

οὔσης τῆς πόλεως τότε μυριάνδρου. πολλῶν δʼ ἐπὶ τούτοις ἀγανακτούντων καὶ συντρεχόντων αἰτιασάμενος τοὺς Αἰγεσταίους ἐπιβουλεύειν αὐτῷ δειναῖς περιέβαλε συμφοραῖς τὴν πόλιν· τοὺς μὲν γὰρ ἀπορωτάτους προαγαγὼν ἐκτὸς τῆς πόλεως παρὰ τὸν Σκάμανδρον ποταμὸν ἀπέσφαξεν, τοὺς δὲ δοκοῦντας οὐσίαν κεκτῆσθαι μείζονα βασανίζων ἠνάγκαζε λέγειν ὁπόσα ἔχων τις τυγχάνει χρήματα καὶ τοὺς μὲν αὐτῶν ἐτρόχιζε, τοὺς δὲ εἰς τοὺς καταπέλτας ἐνδεσμεύων κατετόξευεν, ἐνίοις δʼ ἀστραγάλους προστιθεὶς βιαιότερον δειναῖς ἀλγηδόσι περιέβαλλεν.

ἐξεῦρε δὲ καὶ ἑτέραν τιμωρίαν ἐμφερῆ τῷ Φαλάριδος ταύρῳ· κατεσκεύασε γὰρ κλίνην χαλκῆν ἀνθρωπίνου σώματος τύπου ἔχουσαν καὶ καθʼ ἕκαστον

v.5.p.277
μέρος κλεισὶ διειλημμένην, εἰς ταύτην δʼ ἐναρμόζων τοὺς βασανιζομένους ὑπέκαιε ζῶντας, τούτῳ διαφερούσης τῆς κατασκευῆς ταύτης παρὰ τὸν ταῦρον, τῷ καὶ θεωρεῖσθαι τοὺς ἐν ταῖς ἀνάγκαις ἀπολλυμένους.

τῶν δὲ γυναικῶν τῶν εὐπόρων τινῶν μὲν καρκίνοις σιδηροῖς τὰ σφυρὰ πιέζων συνέτεινε, τινῶν δὲ τοὺς τιτθοὺς ἀπέτεμνεν, ταῖς δʼ ἐγκύοις πλίνθους ἐπὶ τὴν ὀσφῦν ἐπιτιθεὶς τὸ ἔμβρυον ἀπὸ τοῦ βάρους ἐξέθλιβεν. τούτῳ δὲ τῷ τρόπῳ τὰ χρήματα πάντα τοῦ τυράννου ζητοῦντος καὶ μεγάλου φόβου τὴν πόλιν ἐπέχοντος τινὲς μὲν αὑτοὺς συγκατέκαυσαν ταῖς οἰκίαις, τινὲς δὲ ἀγχόνῃ τὸ ζῆν ἐξέλιπον.

ἡ μὲν οὖν Αἴγεστα τυχοῦσα μιᾶς ἡμέρας ἀτυχοῦς ἡβηδὸν ἐθανατώθη. ὁ δʼ Ἀγαθοκλῆς παρθένους μὲν καὶ παῖδας εἰς τὴν Ἰταλίαν διακομίσας ἀπέδοτο τοῖς Βρεττίοις, τῆς δὲ πόλεως οὐδὲ τὴν προσηγορίαν ἀπολιπών, ἀλλὰ Δικαιόπολιν μετονομάσας ἔδωκεν οἰκητήριον τοῖς αὐτομόλοις.