Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οὕτω δὲ παράβολον ἐπιτελεσάμενος πρᾶξιν, ἄλλην ἐτόλμησε ταύτης μᾶλλον κεκινδυνευμένην. παραστησάμενος γὰρ τοὺς ἐν ἡγεμονίαις ὄντας εὐπειθεῖς πρὸς τὴν ἰδίαν ἐπιβολὴν καὶ θυσίαν ποιησάμενος Δήμητρι καὶ Κόρῃ συνήγαγεν ἐκκλησίαν κἄπειτα προελθὼν ἐπὶ

τὴν δημηγορίαν ἐστεφανωμένος ἐν ἱματίῳ λαμπρῷ καὶ προδιαλεχθεὶς οἰκείως τοῖς ἐγχειρουμένοις ἔφησε ταῖς

v.5.p.182
κατεχούσαις Σικελίαν θεαῖς Δήμητρι καὶ Κόρῃ πεποιῆσθαι, καθʼ ὃν καιρὸν ἐδιώχθησαν ὑπὸ Καρχηδονίων,

εὐχὰς λαμπαδεύσειν ἁπάσας τὰς ναῦς. καλῶς οὖν ἔχειν τετευχότας τῆς σωτηρίας ἀποδιδόναι τὰς εὐχάς. ἀντὶ δὲ τούτων ἐπηγγέλλετο πολλαπλασίους ἀποδώσειν προθύμως αὐτῶν ἀγωνισαμένων· καὶ γὰρ τὰς θεὰς διὰ τῶν ἱερῶν προσημαίνειν νίκην τοῦ σύμπαντος πολέμου.

ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ τῶν ὑπηρετῶν τις προσήνεγκεν ἡμμένην δᾷδα· ἣν δεξάμενος καὶ τοῖς τριηράρχοις ὁμοίως ἅπασι προστάξας ἀναδοῦναι τάς τε θεὰς ἐπεκαλέσατο καὶ πρῶτος ὥρμησεν ἐπὶ τὴν ναυαρχίδα τριήρη· στὰς δʼ ἐπὶ τὴν πρύμναν καὶ τοῖς ἄλλοις τὸ παραπλήσιον ποιεῖν παρεκελεύετο. ἔνθα δὴ τῶν τριηράρχων ἁπάντων ἐνέντων τὸ πῦρ καὶ ταχὺ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ μὲν σαλπιγκταὶ τὸ πολεμικὸν ἐσήμαινον, τὸ δὲ στρατόπεδον ἐπηλάλαξε, συνευχομένων ἁπάντων ὑπὲρ τῆς εἰς οἶκον σωτηρίας.

τοῦτο δʼ ἔπραξεν Ἀγαθοκλῆς μάλιστα μὲν ἕνεκα τοῦ συναναγκάσαι τοὺς στρατιώτας ἐν τοῖς κινδύνοις ἐπιλαθέσθαι τὸ παράπαν τῆς φυγῆς· δῆλον γὰρ ὅτι τῆς ἐπὶ τὰς ναῦς καταφυγῆς ἀποκοπείσης ἐν μόνῳ τῷ νικᾶν ἕξουσι τὰς ἐλπίδας τῆς σωτηρίας· ἔπειτα καὶ δύναμιν ὀλίγην ἔχων ἐθεώρει διότι φυλάσσων μὲν τὰς ναῦς ἀναγκασθήσεται μερίζειν τὸ στρατόπεδον καὶ μηδαμῶς ἀξιόμαχος εἶναι, καταλιπὼν δʼ ἐρήμους ὑποχειρίους ποιήσει γενέσθαι Καρχηδονίοις.