Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα κατὰ τὸν αὐτὸν χρόνον δι’ ἀπάτην καὶ προσδοκίαν ψευδῆ ταῖς ὁμοίαις περιέπεσον

v.5.p.272
συμφοραῖς. τῶν γὰρ ἀποστατῶν Λιβύων μετὰ τὸν ἐμπυρισμὸν τῆς παρεμβολῆς καὶ τὸν γενόμενον θόρυβον οὐ τολμησάντων προάγειν, ἀλλʼ εἰς τοὐπίσω πάλιν ἐπανιόντων τῶν Ἑλλήνων τινὲς αἰσθόμενοι προσιόντας αὐτοὺς καὶ δόξαντες τὴν τῶν Καρχηδονίων δύναμιν ἥκειν ἀπήγγειλαν τοῖς περὶ τὸν Ἀγαθοκλέα πλησίον ὑπάρχειν τὸ τῶν πολεμίων στρατόπεδον.

τοῦ δυνάστου δὲ παραγγείλαντος εἰς ὅπλα χωρεῖν, ἐξέπιπτον ἐκ τῆς στρατοπεδείας οἱ στρατιῶται μετὰ πολλοῦ θορύβου. ἅμα δὲ τῆς τε κατὰ τὴν παρεμβολὴν φλογὸς εἰς ὕψος ἀρθείσης καὶ τῆς τῶν Καρχηδονίων κραυγῆς ἐξακούστου γινομένης ὑπέλαβον πρὸς ἀλήθειαν τοὺς βαρβάρους ἁπάσῃ τῇ δυνάμει προσάγειν ἐπʼ αὐτούς.

τῆς δʼ ἐκπλήξεως τὸ βουλεύεσθαι παραιρουμένης ἐνέπεσε φόβος εἰς τὸ στρατόπεδον καὶ πάντες πρὸς φυγὴν ὥρμησαν. εἶτα προσμιξάντων αὐτοῖς τῶν Λιβύων καὶ τῆς νυκτὸς μείζονα τὴν ἄγνοιαν φυλαττούσης οἱ περιτυγχάνοντες ἀλλήλους ὡς πολεμίους ἠμύνοντο.

ὅλην δὲ τὴν νύκτα πανταχῇ διασπειρομένων αὐτῶν καὶ πανικῷ θορύβῳ συνεχομένων συνέβη πλείους τῶν τετρακισχιλίων ἀναιρεθῆναι. ἐπιγνωσθείσης δὲ μόγις τῆς ἀληθείας οἱ διασωθέντες ἐπανῆλθον εἰς τὴν παρεμβολήν. αἱ μὲν οὖν δυνάμεις ἀμφότεραι τὸν εἰρημένον τρόπον ἠτύχησαν, ἐξαπατηθεῖσαι κατὰ τὴν παροιμίαν τοῖς κενοῖς τοῦ πολέμου.