Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἀνέτρεχον εἰς τὴν προϋπάρχουσαν φιλίαν. ὁ δʼ Ἀρχάγαθος ὁρῶν διειλημμένην ἅπασαν τὴν Λιβύην πολεμίοις στρατοπέδοις καὶ αὐτὸς διεῖλε τὴν δύναμιν καὶ μέρος μὲν ἐξέπεμψεν εἰς τὴν παραθαλάττιον, τῆς δʼ ἄλλης στρατιᾶς ἣν μὲν Αἰσχρίωνι παραδοὺς ἐξέπεμψεν, ἧς δʼ αὐτὸς ἡγεῖτο, καταλιπὼν τὴν ἱκανὴν φυλακὴν ἐπὶ τοῦ Τύνητος.

τοσούτων δὲ στρατοπέδων ἐπὶ τῆς χώρας πανταχῇ πλαζομένων καὶ προσδοκωμένης ἔσεσθαι πραγμάτων ὁλοσχεροῦς μεταβολῆς ἅπαντες ἠγωνίων,

καραδοκοῦντες τὸ τέλος τῶν ἀποβησομένων. Ἄννων μὲν οὖν ἡγούμενος τοῦ κατὰ τὴν μεσόγειον στρατοπέδου θεὶς ἐνέδραν τοῖς περὶ τὸν Αἰσχρίωνα καὶ παραδόξως ἐπιθέμενος ἀνεῖλε πεζοὺς μὲν πλείους τῶν τετρακισχιλίων, ἱππεῖς δὲ περὶ διακοσίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ στρατηγός· τῶν δʼ ἄλλων οἱ μὲν ἥλωσαν, οἱ δὲ διεσώθησαν πρὸς Ἀρχάγαθον, ἀπέχοντα σταδίους πεντακοσίους.

Ἰμίλκων δʼ ἐπὶ τοὺς ἄνω τόπους στρατεύειν ἀποδειχθεὶς τὸ μὲν πρῶτον ἐφήδρευε τῇ πόλει πρὸς τὸν Εὔμαχον, ἐφελκόμενον βαρὺ τὸ στρατόπεδον διὰ τὰς ἐκ τῶν ἁλουσῶν πόλεων ὠφελείας.

μετὰ δὲ ταῦτα τῶν Ἑλλήνων ἐκταξάντων τὴν δύναμιν καὶ προκαλουμένων εἰς μάχην Ἰμίλκων μέρος μὲν τῆς στρατιᾶς κατέλιπε διεσκευασμένον ἐν τῇ πόλει, διακελευσάμενος,

v.5.p.263
ὅταν αὐτὸς ἀναχωρῇ προσποιούμενος φεύγειν, ἐπεξελθεῖν τοῖς ἐπιδιώκουσιν· αὐτὸς δὲ προαγαγὼν τοὺς ἡμίσεις τῶν στρατιωτῶν καὶ μικρὸν πρὸ τῆς παρεμβολῆς συνάψας μάχην εὐθὺς ἔφευγεν ὡς καταπεπληγμένος.

οἱ δὲ περὶ τὸν Εὔμαχον ἐπαρθέντες τῇ νίκῃ καὶ τῆς τάξεως οὐδὲν φροντίσαντες ἐδίωκον καὶ τεθορυβημένως τῶν ὑποχωρούντων ἐξήπτοντο· ἄφνω δὲ καθʼ ἕτερον μέρος τῆς πόλεως ἐκχυθείσης τῆς δυνάμεως κατεσκευασμένης καὶ πλήθους ἱκανοῦ πρὸς ἓν παρακέλευσμα συναλαλάξαντος κατεπλάγησαν.

ἐμβαλόντων οὖν τῶν βαρβάρων εἰς ἀσυντάκτους καὶ πεφοβημένους διὰ τὸ παράδοξον, ταχὺ τροπὴν συνέβη γενέσθαι τῶν Ἑλλήνων. ὑποτεμομένων δὲ τῶν Καρχηδονίων τὴν εἰς τὴν στρατοπεδείαν ἀποχώρησιν τῶν πολεμίων ἠναγκάσθησαν οἱ περὶ τὸν Εὔμαχον καταφυγεῖν ἐπὶ τὸν πλησίον λόφον ὕδατος σπανίζοντα.

περιστρατοπεδευσάντων δὲ τὸν τόπον τῶν Φοινίκων ἅμα μὲν ὑπὸ τοῦ δίψους καταπονηθέντες, ἅμα δʼ ὑπὸ τῶν πολεμίων κρατούμενοι σχεδὸν ἅπαντες ἀνῃρέθησαν· ἀπὸ μὲν γὰρ πεζῶν ὀκτακισχιλίων τριάκοντα μόνον διεσώθησαν, ἀπὸ δʼ ἱππέων ὀκτακοσίων τετταράκοντα διέφυγον τὸν κίνδυνον.