Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

μέχρι μὲν δὴ τούτων τῶν καιρῶν ἐν τῇ Λιβύῃ κατὰ νοῦν ἅπαντα τὰ πράγματα τοῖς περὶ τὸν Ἀρχάγαθον ἦν. μετὰ δὲ ταῦτα τῆς γερουσίας ἐν Καρχηδόνι βουλευσαμένης περὶ τοῦ πολέμου καλῶς ἔδοξε

v.5.p.261
τοῖς συνέδροις τρία στρατόπεδα ποιήσαντας ἐκ τῆς πόλεως ἐκπέμψαι, τὸ μὲν ἐπὶ τὰς παραθαλαττίους πόλεις, τὸ δʼ εἰς τὴν μεσόγειον, τὸ δʼ εἰς τοὺς ἄνω τόπους.

ἐνόμιζον γὰρ τοῦτο πράξαντες πρῶτον μὲν τὴν πόλιν ἀπαλλάξειν τῆς πολιορκίας, ἅμα δὲ καὶ τῆς σιτοδείας· πολλῶν γὰρ καὶ παντοδαπῶν ὄχλων συμπεφευγότων εἰς τὴν Καρχηδόνα συνέβαινε πάντων γεγονέναι σπάνιν, ἐξανηλωμένων ἤδη τῶν ἐπιτηδείων· ἀπὸ δὲ τῆς πολιορκίας οὐκ ἦν κίνδυνος, ἀπροσίτου τῆς πόλεως οὔσης διὰ τὴν ἀπὸ τῶν τειχῶν καὶ τῆς θαλάττης ὀχυρότητα·

ἔπειθʼ ὑπελάμβανον καὶ τοὺς συμμάχους διαμένειν μᾶλλον πλειόνων στρατοπέδων ὄντων ἐν ὑπαίθρῳ τῶν παραβοηθούντων· τὸ δὲ μέγιστον, ἤλπιζον καὶ τοὺς πολεμίους ἀναγκασθήσεσθαι μερίζειν τὰς δυνάμεις καὶ μακρὰν ἀποσπᾶσθαι τῆς Καρχηδόνος. ἅπερ ἅπαντα κατὰ τὴν ἐπίνοιαν αὐτῶν συνετελέσθη·

τρισμυρίων μὲν γὰρ στρατιωτῶν ἐκ τῆς πόλεως ἐκπεμφθέντων οἱ καταλειπόμενοι ἔμποροι οὐχ οἷον ἱκανὰ πρὸς αὐτάρκειαν εἶχον, ἀλλʼ ἐκ περιουσίας ἐχρῶντο δαψιλέσι πᾶσιν, οἵ τε σύμμαχοι τὸ πρὸ τοῦ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον ἀναγκαζόμενοι προστίθεσθαι τοῖς πολεμίοις τότε πάλιν θαρρήσαντες

v.5.p.262