Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἐμπλήσας δʼ ὠφελείας τὸ στρατόπεδον κατέβη πρὸς τοὺς περὶ τὸν Ἀρχάγαθον καὶ δόξας ἀγαθὸς ἀνὴρ γεγονέναι πάλιν ἐστράτευσεν εἰς τοὺς ἄνω τῆς Λιβύης τόπους. ὑπερβαλὼν δὲ τὰς πόλεις ὧν πρότερον ἐγεγόνει κύριος, παρεισέπεσεν εἰς τὴν καλουμένην Μιλτινὴν πόλιν, ἀπροσδοκήτως ἐπιφανείς·

συστραφέντων δʼ ἐπʼ αὐτὸν τῶν βαρβάρων καὶ κρατησάντων ἐν ταῖς ὁδοῖς ἐξεβλήθη παραλόγως καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν. ἐντεῦθεν δʼ ἀναζεύξας προῆγεν διʼ ὄρους ὑψηλοῦ παρήκοντος ἐπὶ σταδίους διακοσίους, πλήρους δʼ ὄντος αἰλούρων, ἐν ᾧ συνέβαινε μηδὲν ὅλως πτηνὸν νεοττεύειν μήτε ἐπὶ τοῖς δένδρεσι μήτε ἐν ταῖς φάραγξι διὰ τὴν ἀλλοτριότητα τῶν προειρημένων ζῴων.

διελθὼν δὲ τὴν ὀρεινὴν ταύτην ἐνέβαλεν εἰς χώραν

v.5.p.260
ἔχουσαν πλῆθος πιθήκων καὶ πόλεις τρεῖς τὰς ἀπὸ τούτων τῶν ζῴων ὀνομαζομένας εἰς τὸν Ἑλληνικὸν τρόπον τῆς διαλέκτου μεθερμηνευομένας Πιθηκούσσας.

ἐν δὲ ταύταις οὐκ ὀλίγα τῶν νομίμων πολὺ παρήλλαττε τῶν παρʼ ἡμῖν. τάς τε γὰρ αὐτὰς οἰκίας οἱ πίθηκοι κατῴκουν τοῖς ἀνθρώποις, θεοὶ παρʼ αὐτοῖς νομιζόμενοι καθάπερ παρʼ Αἰγυπτίοις οἱ κύνες, ἔκ τε τῶν παρεσκευασμένων ἐν τοῖς ταμιείοις τὰ ζῷα τὰς τροφὰς ἐλάμβανον ἀκωλύτως ὁπότε βούλοιντο. καὶ τὰς προσηγορίας δʼ ἐτίθεσαν οἱ γονεῖς τοῖς παισὶ κατὰ τὸ πλεῖστον ἀπὸ τῶν πιθήκων, ὥσπερ παρʼ ἡμῖν ἀπὸ τῶν θεῶν.

τοῖς δʼ ἀποκτείνασι τοῦτο τὸ ζῷον ὡς ἠσεβηκόσι τὰ μέγιστα θάνατος ὥριστο πρόστιμον· διὸ δὴ καὶ παρά τισιν ἐνίσχυσεν ἐν παροιμίας μέρει λεγόμενον ἐπὶ τῶν ἀνατεὶ κτεινομένων ὅτι πιθήκου αἷμʼ ἀποτίσειαν.

ὁ δʼ οὖν Εὔμαχος μίαν μὲν τούτων τῶν πόλεων ἑλὼν κατὰ κράτος διήρπασε, τὰς δὲ δύο προσηγάγετο. πυνθανόμενος δὲ τοὺς περιοικοῦντας βαρβάρους ἀθροίζειν ἐπʼ αὐτὸν μεγάλας δυνάμεις προῆγε συντονώτερον, διεγνωκὼς ἐπανιέναι πρὸς τοὺς ἐπὶ θαλάττῃ τόπους.