Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ὁ δʼ Ἀγαθοκλῆς, ὁρῶν αὐτοὺς ἀπαθῶς ὡρμηκότας πρὸς τὸν κίνδυνον, περιστήσας πανταχόθεν τὴν δύναμιν καὶ κατά τινα τόπον φαύλως

v.5.p.255
ᾠκοδομημένον βιασάμενος εἰσέπεσεν εἰς τὴν πόλιν.

τῶν δʼ Ἰτυκαίων τῶν μὲν εἰς τὰς οἰκίας, τῶν δʼ εἰς ἱερὰ καταφευγόντων διʼ ὀργῆς αὐτοὺς ἔχων φόνου τὴν πόλιν ἐπλήρωσε. τοὺς μὲν γὰρ ἐν χειρῶν νόμῳ διέφθειρε, τοὺς δʼ ἁλόντας ἐκρέμασε, τοὺς δʼ ἐπὶ θεῶν ἱερὰ καὶ βωμοὺς καταφυγόντας διαψευσθῆναι τῆς ἐλπίδος ἐποίησεν.

διαφορήσας δὲ τὰς κτήσεις καὶ φυλακὴν ἀπολιπὼν ἐπὶ τῆς πόλεως ἐστρατοπέδευσεν ἐπὶ τὴν Ἵππου καλουμένην ἄκραν, ὠχυρωμένην φυσικῶς τῇ παρακειμένῃ λίμνῃ. πολιορκήσας δὲ αὐτὴν ἐνεργῶς καὶ τῶν ἐγχωρίων ναυμαχίᾳ περιγενόμενος κατὰ κράτος εἷλε. τούτῳ δὲ τῷ τρόπῳ τὰς πόλεις χειρωσάμενος τῶν τε ἐπὶ θαλάττῃ τόπων τῶν πλείστων ἐκυρίευσεν καὶ τῶν τὴν μεσόγειον οἰκούντων πλὴν τῶν Νομάδων· ὧν τινὲς μὲν φιλίαν πρὸς αὐτὸν ἐποιήσαντο, τινὲς δʼ ἐκαραδόκουν τὴν τῶν ὅλων κρίσιν.

τέτταρα γὰρ τὴν Λιβύην διείληφε γένη, Φοίνικες μὲν οἱ τὴν Καρχηδόνα τότε κατοικοῦντες, Λιβυφοίνικες δὲ πολλὰς ἔχοντες πόλεις ἐπιθαλαττίους καὶ κοινωνοῦντες τοῖς Καρχηδονίοις ἐπιγαμίας, οἷς ἀπὸ τῆς συμπεπλεγμένης συγγενείας συνέβη τυχεῖν ταύτης τῆς προσηγορίας· ὁ δὲ πολὺς λαὸς τῶν ἐγχωρίων, ἀρχαιότατος ὤν, Λίβυς ὠνομάζετο, μισῶν διαφερόντως τοὺς Καρχηδονίους διὰ

v.5.p.256
τὸ βάρος τῆς ἐπιστασίας· οἱ δὲ τελευταῖοι Νομάδες ὑπῆρχον, πολλὴν τῆς Λιβύης νεμόμενοι μέχρι τῆς ἐρήμου.

Ἀγαθοκλῆς δὲ τοῖς μὲν κατὰ Λιβύην συμμάχοις καὶ ταῖς δυνάμεσιν ὑπερέχων τῶν Καρχηδονίων, περὶ δὲ τῶν ἐν Σικελίᾳ πραγμάτων ἀγωνιῶν ἄφρακτα καὶ πεντηκοντόρους ναυπηγησάμενος ἐνεβίβασε στρατιώτας δισχιλίους. καταλιπὼν δὲ τῶν ἐν τῇ Λιβύῃ πραγμάτων στρατηγὸν Ἀγάθαρχον τὸν υἱὸν ἀνήχθη ταῖς ναυσίν, ἐπὶ Σικελίαν τὸν πλοῦν ποιούμενος.