Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

λαμπρότατα δὲ πάντων Δημήτριος ἠγωνίσατο τῆς ἑπτήρους ἐπιβεβηκὼς ἐπὶ τῇ πρύμνῃ. ἀθρόων γὰρ αὐτῷ περιχυθέντων οὓς μὲν ταῖς λόγχαις ἀκοντίζων, οὓς δὲ ἐκ χειρὸς τῷ δόρατι τύπτων ἀνῄρει· πολλῶν δὲ καὶ παντοίων βελῶν ἐπʼ αὐτὸν φερομένων ἃ μὲν προορώμενος ἐξέκλινεν, ἃ δὲ τοῖς σκεπαστηρίοις ὅπλοις ἐδέχετο.

τριῶν δʼ ὑπερασπιζόντων αὐτὸν εἷς μὲν λόγχῃ πληγεὶς ἔπεσεν, οἱ δὲ δύο κατετραυματίσθησαν. τέλος δὲ τοὺς ἀντιστάντας ὁ Δημήτριος ἐκβιασάμενος καὶ τροπὴν τοῦ δεξιοῦ κέρατος ποιήσας εὐθὺ καὶ τὰς συνεχεῖς φυγεῖν ἠνάγκασεν.

Πτολεμαῖος δὲ τὰ μέγιστα τῶν σκαφῶν καὶ τοὺς κρατίστους ἄνδρας ἔχων μεθʼ αὑτοῦ ῥᾳδίως ἐτρέψατο τοὺς καθʼ αὑτὸν τεταγμένους καὶ τῶν νεῶν

v.5.p.251
ἃς μὲν κατέδυσεν, ἃς δὲ αὐτάνδρους εἷλεν. ὑποστρέφων δʼ ἀπὸ τοῦ νικήματος ἤλπιζε καὶ τὰς ἄλλας ῥᾳδίως χειρώσασθαι· θεωρήσας δὲ τό τε εὐώνυμον κέρας τῶν ἰδίων συντετριμμένον καὶ τὰς συνεχεῖς ἁπάσας πρὸς φυγὴν ὡρμημένας, ἔτι δὲ τοὺς περὶ τὸν Δημήτριον μετὰ βάρους ἐπιφερομένους ἀπέπλευσεν εἰς Κίτιον.

Δημήτριος δὲ νικήσας τῇ ναυμαχίᾳ τῷ μὲν Νέωνι καὶ Βουρίχῳ παρέδωκε τὰ στρατιωτικὰ τῶν πλοίων, προστάξας διώκειν καὶ τοὺς ἐν τῇ θαλάττῃ διανηχομένους ἀναλαμβάνειν· αὐτὸς δὲ τὰς ἰδίας ναῦς κοσμήσας τοῖς ἀκροστολίοις καὶ τὰς ἁλούσας ἐφελκόμενος τὸν πλοῦν ἐποιεῖτο πρὸς τὸ στρατόπεδον καὶ τὸν οἰκεῖον λιμένα.

κατὰ δὲ τὸν τῆς ναυμαχίας καιρὸν Μενέλαος ὁ ἐν τῇ Σαλαμῖνι στρατηγὸς πληρώσας τὰς ἑξήκοντα ναῦς ἐξαπέστειλε πρὸς βοήθειαν τῷ Πτολεμαίῳ, ναύαρχον ἐπιστήσας Μενοίτιον. γενομένου δʼ ἀγῶνος περὶ τὸ στόμα τοῦ λιμένος πρὸς τὰς ἐφορμούσας ναῦς καὶ τῶν ἐκ τῆς πόλεως βιασαμένων αἱ μὲν τοῦ Δημητρίου δέκα ναῦς ἔφυγον πρὸς τὸ πεζὸν στρατόπεδον, οἱ δὲ περὶ τὸν Μενοίτιον ἀναπλεύσαντες καὶ τῶν καιρῶν μικρὸν ὑστερήσαντες ἀνέστρεψαν πάλιν εἰς τὴν Σαλαμῖνα.

τῆς δὲ ναυμαχίας τοιοῦτον τέλος λαβούσης τῶν μὲν πορίων ἥλω πλείω τῶν ἑκατόν, ἐν οἷς ἦσαν σχεδὸν στρατιῶται ὀκτακισχίλιοι· τῶν δὲ μακρῶν αὔτανδροι μὲν ἐλήφθησαν τεσσαράκοντα, διεφθάρησαν

v.5.p.252
δὲ περὶ ὀγδοήκοντα, ἃς πλήρεις οὔσας θαλάττης κατήγαγον οἱ κρατήσαντες εἰς τὴν πρὸς τῇ πόλει στρατοπεδείαν. διεφθάρη δὲ καὶ τῶν Δημητρίου σκαφῶν εἴκοσι· πάντα δὲ τῆς προσηκούσης ἐπιμελείας τυχόντα παρείχετο τὰς ἁρμοζούσας χρείας.