Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
οἱ δὲ δυνάσται, ὡς ἂν περὶ τοῦ βίου καὶ τῶν ὅλων μέλλοντες διακινδυνεύειν, ἐν ἀγωνίᾳ πολλῇ καθειστήκεισαν. Δημήτριος μὲν οὖν τῶν ἐναντίων ἀποσχὼν ὡς ἂν τρεῖς σταδίους ἦρεν τὸ συγκείμενον πρὸς μάχην σύσσημον, ἀσπίδα κεχρυσωμένην, φανερὰν πᾶσιν ἐκ διαδοχῆς·
τὸ παραπλήσιον δὲ καὶ τῶν περὶ Πτολεμαῖον ποιησάντων ταχὺ τὸ διεῖργον διάστημα συνῃρέθη.
ἀπὸ κράτους δὲ καὶ βίας ἐλαθεισῶν τῶν νεῶν αἱ μὲν παρέσυρον ἀλλήλων τοὺς ταρσούς, ὥστε πρὸς φυγὴν καὶ διωγμὸν ἀχρήστους γίνεσθαι καὶ τοὺς ἐπιβεβηκότας ἄνδρας ὡρμηκότας πρὸς ἀλκὴν κωλύεσθαι τῆς πρὸς τὸν κίνδυνον ὁρμῆς· αἱ δὲ κατὰ πρῷραν τοῖς ἐμβόλοις συρράττουσαι πρύμναν ἀνεκρούοντο πρὸς ἄλλην ἐμβολὴν καὶ κατετραυμάτιζον ἀλλήλους οἱ ταύταις ἐφεστῶτες, ἅτε τοῦ σκοποῦ σύνεγγυς ἑκάστοις κειμένου. τινὲς δὲ τῶν τριηραρχῶν ἐκ πλαγίας ἔτυπτον καὶ τῶν ἐμβόλων δυσαποσπάστως ἐχόντων ἐπεπήδων ἐπὶ τὰς τῶν πολεμίων ναῦς, πολλὰ καὶ πάσχοντες δεινὰ καὶ διατιθέντες·
οἱ μὲν γὰρ τῶν ἐγγιζόντων τοίχων ἐφαψάμενοι καὶ σφαλέντες τῆς βάσεως περιέπιπτον εἰς θάλασσαν καὶ παραχρῆμα τοῖς δόρασιν ὑπὸ τῶν ἐφεστώτων
ἐπὶ μὲν γὰρ τῶν ἐπὶ τῆς γῆς ἀγώνων διάδηλος ἡ ἀρετὴ γίνεται, δυναμένη τυγχάνειν τῶν πρωτείων μηδενὸς ἔξωθεν αὐτομάτου παρενοχλοῦντος· κατὰ δὲ τὰς ναυμαχίας πολλὰς καὶ ποικίλας αἰτίας συμβαίνει παραλόγως ἐλαττοῦν τοὺς διʼ ἀνδρείαν δικαίως ἂν τυχόντας τῆς νίκης.