Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οἱ δὲ Καρχηδόνιοι τὰ μὲν διὰ τὴν τῶν ἰδίων ταραχήν, τὰ δὲ διὰ τὴν τῶν πολεμίων ἐπιφάνειαν ἐλαττούμενοι, μάλιστα δὲ διὰ τὴν ἀπειρίαν τῶν τόπων καὶ στενοχωρίαν ἀπορούμενοι πρὸς φυγὴν ἐτράπησαν. οὐκ ἐχόντων δὲ τῶν τόπων εὐρυχωρῆ διέξοδον οἱ μὲν ὑπὸ τῶν ἰδίων ἱππέων συνεπατοῦντο πολλῶν ὄντων, οἱ δὲ πρὸς ἀλλήλους ὡς πολέμιοι διεμάχοντο, τῆς ἀγνοίας ἐπισχούσης διὰ τὴν νύκτα.

Ἀμίλκας δὲ τὸ μὲν πρῶτον ὑπέστη τοὺς πολεμίους εὐρώστως καὶ τοὺς περὶ αὑτὸν τεταγμένους ἠξίου συγκινδυνεύειν· μετὰ δὲ ταῦτα διὰ τὴν ταραχὴν καὶ τὸν φόβον ἐγκαταλιπόντων αὐτὸν τῶν στρατιωτῶν μονωθεὶς ὑπὸ τῶν Συρακοσίων συνηρπάγη.

εἰκότως δʼ ἄν τις παρασημήναιτο τὴν ἀνωμαλίαν τῆς τύχης καὶ τὸ παράλογον τῶν παρὰ τὰς ὑπολήψεις συντελουμένων παρʼ ἀνθρώποις. Ἀγαθοκλῆς μὲν γὰρ ἀνδρείᾳ διαφέρων καὶ πολλὴν δύναμιν ἐσχηκὼς τὴν συναγωνισαμένην περὶ τὸν Ἱμέραν οὐ μόνον ὑπὸ τῶν βαρβάρων ἡττήθη κατὰ κράτος, ἀλλὰ καὶ τῆς στρατιᾶς τὴν κρατίστην καὶ πλείστην ἀπέβαλεν· οἱ δὲ τειχήρεις ἀποληφθέντες ἐν ταῖς Συρακούσσαις μικρῷ μέρει τῶν

v.5.p.216
προηττηθέντων οὐ μόνον τὴν πολιορκήσασαν δύναμιν ἐχειρώσαντο τῶν Καρχηδονίων, ἀλλὰ καὶ τὸν στρατηγὸν Ἀμίλκαν, ἐπιφανέστατον ὄντα τῶν πολιτῶν, ἐζώγρησαν· καὶ τὸ θαυμασιώτατον, δώδεκα μυριάδας πεζῶν καὶ πεντακισχιλίους ἱππεῖς ὀλίγος ἀριθμὸς πολεμίων, προσλαβόμενος ἀπάτην καὶ τόπον, κατὰ κράτος ἥττησεν, ὥστʼ ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι πολλὰ τὰ κενὰ τοῦ πολέμου.

μετὰ δὲ τὴν τροπὴν οἱ μὲν Καρχηδόνιοι ἄλλοι κατʼ ἄλλους τόπους διασπαρέντες μόγις εἰς τὴν ὑστεραίαν ἠθροίσθησαν, οἱ δὲ Συρακόσιοι μετὰ πολλῶν λαφύρων ἐπανελθόντες εἰς τὴν πόλιν τὸν Ἀμίλκαν παρέδοσαν τοῖς βουλομένοις λαμβάνειν παρʼ αὐτοῦ τιμωρίαν· ἀνεμιμνήσκοντο δὲ καὶ τῆς τοῦ μάντεως φωνῆς, ὃς ἔφησεν αὐτὸν εἰς τὴν ὑστεραίαν εἰς Συρακούσσας δειπνήσειν, τοῦ δαιμονίου παραγαγόντος τἀληθές.

τὸν δʼ οὖν Ἀμίλκαν οἱ τῶν ἀπολωλότων συγγενεῖς δεδεμένον ἀγαγόντες διὰ τῆς πόλεως καὶ δειναῖς αἰκίαις κατʼ αὐτοῦ χρησάμενοι μετὰ τῆς ἐσχάτης ὕβρεως ἀνεῖλον. εἶθʼ οἱ μὲν τῆς πόλεως προεστηκότες ἀποκόψαντες αὐτοῦ τὴν κεφαλὴν ἀπέστειλαν τοὺς κομιοῦντας εἰς τὴν Διβύην πρὸς Ἀγαθοκλέα καὶ περὶ τῶν