Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἅμα δὲ τούτοις πραττομένοις Λυσίμαχος μὲν ἐν Χερρονήσῳ πόλιν ἔκτισεν ἀφʼ ἑαυτοῦ Λυσιμαχίαν καλέσας. Κλεομένης δʼ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη ἑξήκοντα καὶ μῆνας δέκα, τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ Ἀρέτα υἱὸς ἦρξεν ἔτη τέσσαρα πρὸς τοῖς τεσσαράκοντα.

περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀμίλκας ὁ τῶν ἐν Σικελίᾳ δυνάμεων στρατηγὸς τὰ λοιπὰ τῶν χωρίων χειρωσάμενος προῆγεν μετὰ τῆς δυνάμεως ἐπὶ τὰς Συρακούσσας, ὡς καὶ ταύτας αἱρήσων κατὰ κράτος.

τὴν μὲν οὖν σιτοπομπείαν διεκώλυε πολὺν ἤδη χρόνον θαλασσοκρατῶν, τοὺς δʼ ἐπὶ τῆς χώρας καρποὺς καταφθείρας ἐπεβάλετο καταλαβέσθαι τοὺς περὶ τὸ Ὀλύμπιον τόπους, κειμένους μὲν πρὸ τῆς πόλεως· εὐθὺς δὲ καὶ προσβάλλειν ἐξ ἐφόδου τοῖς τείχεσι διεγνώκει, τοῦ μάντεως εἰρηκότος αὐτῷ κατὰ τὴν ἐπίσκεψιν τῶν ἱερῶν ὅτι τῇ μετὰ ταύτην ἡμέρᾳ πάντως

v.5.p.214
ἐν Συρακούσσαις δειπνήσει.

οἱ δʼ ἐκ τῆς πόλεως αἰσθόμενοι τὴν ἐπίνοιαν τῶν πολεμίων ἐξέπεμψαν τῶν μὲν πεζῶν νυκτὸς περὶ τρισχιλίους καὶ τῶν ἱππέων περὶ τετρακοσίους, προστάξαντες καταλαβέσθαι τὸν Εὐρύηλον.

ταχὺ δὲ τούτων τὸ παραγγελθὲν πραξάντων οἱ Καρχηδόνιοι νυκτὸς οὔσης προσῆγον, νομίζοντες λήσεσθαι τοὺς πολεμίους. ἡγεῖτο μὲν οὖν Ἀμίλκας πάντων, ἔχων τοὺς ἀεὶ περὶ ἑαυτὸν τεταγμένους, ἐπηκολούθει δὲ Δεινοκράτης, τῶν ἱππέων εἰληφὼς τὴν ἡγεμονίαν.

τὸ δὲ τῶν πεζῶν στρατόπεδον εἰς δύο φάλαγγας διῄρητο, τήν τε τῶν βαρβάρων καὶ τὴν τῶν συμμαχούντων Ἑλλήνων. παρηκολούθει δὲ καὶ πλῆθος ὄχλου παντοδαπὸν ἐκτὸς τῆς τάξεως ὠφελείας ἕνεκα, χρείαν μὲν στρατιωτικὴν οὐδεμίαν παρεχόμενον, θορύβου δὲ καὶ ταραχῆς ἀλόγου γινόμενον αἴτιον, ἐξ ὧν πολλάκις ὁλοσχερέστεροι συμβαίνουσι κίνδυνοι.

καὶ τότε δὲ τῶν ὁδῶν στενῶν οὐσῶν καὶ τραχειῶν οἱ μὲν τὰ σκευοφόρα κομίζοντες καὶ τῶν ἐκτὸς τῆς τάξεως συνακολουθούντων τινὲς ἐβάδιζον πρὸς ἀλλήλους φιλοτιμούμενοι περὶ τῆς ὁδοιπορίας· στενοχωρουμένου δὲ τοῦ πλήθους καὶ διὰ τοῦτό τισιν ἐγγενομένης ἁψιμαχίας καὶ πολλῶν ἑκατέροις παραβοηθούντων κραυγὴ καὶ πολὺς θόρυβος κατεῖχε τὸ στρατόπεδον.

καθʼ ὃν δὴ χρόνον οἱ κατειληφότες τὸν Εὐρύηλον Συρακόσιοι μετὰ θορύβου προσιόντας τοὺς πολεμίους αἰσθόμενοι καὶ τόπους ἔχοντες ὑπερδεξίους ὥρμησαν ἐπὶ τοὺς πολεμίους.

καὶ τινὲς μὲν ἐπὶ τοῖς ὑψηλοῖς ἑστῶτες

v.5.p.215
ἔβαλλον τοὺς ἐπιόντας, τινὲς δὲ τοὺς εὐκαίρους τῶν τόπων καταλαβόντες ἀπέκλειον τῆς ὁδοῦ τοὺς βαρβάρους, ἄλλοι δὲ κατὰ τῶν κρημνῶν τοὺς φεύγοντας ῥίπτειν ἑαυτοὺς ἠνάγκαζον· διὰ γὰρ τὸ σκότος καὶ τὴν ἄγνοιαν ὑπελήφθησαν μεγάλῃ δυνάμει παραγεγονέναι πρὸς τὴν ἐπίθεσιν.

οἱ δὲ Καρχηδόνιοι τὰ μὲν διὰ τὴν τῶν ἰδίων ταραχήν, τὰ δὲ διὰ τὴν τῶν πολεμίων ἐπιφάνειαν ἐλαττούμενοι, μάλιστα δὲ διὰ τὴν ἀπειρίαν τῶν τόπων καὶ στενοχωρίαν ἀπορούμενοι πρὸς φυγὴν ἐτράπησαν. οὐκ ἐχόντων δὲ τῶν τόπων εὐρυχωρῆ διέξοδον οἱ μὲν ὑπὸ τῶν ἰδίων ἱππέων συνεπατοῦντο πολλῶν ὄντων, οἱ δὲ πρὸς ἀλλήλους ὡς πολέμιοι διεμάχοντο, τῆς ἀγνοίας ἐπισχούσης διὰ τὴν νύκτα.

Ἀμίλκας δὲ τὸ μὲν πρῶτον ὑπέστη τοὺς πολεμίους εὐρώστως καὶ τοὺς περὶ αὑτὸν τεταγμένους ἠξίου συγκινδυνεύειν· μετὰ δὲ ταῦτα διὰ τὴν ταραχὴν καὶ τὸν φόβον ἐγκαταλιπόντων αὐτὸν τῶν στρατιωτῶν μονωθεὶς ὑπὸ τῶν Συρακοσίων συνηρπάγη.