Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἅμα δὲ τούτοις πραττομένοις Πολυπέρχων μὲν ἠθροικὼς ἁδρὰν δύναμιν κατήγαγεν ἐπὶ τὴν πατρῴαν

v.5.p.212
βασιλείαν Ἡρακλέα τὸν Ἀλεξάνδρου καὶ Βαρσίνης, Κάσανδρος δὲ καταστρατοπεδεύσαντος αὐτοῦ περὶ τὴν καλουμένην Στυμφαίαν ἧκεν μετὰ τῆς δυνάμεως. οὐ μακρὰν δὲ τῶν παρεμβολῶν ἀπεχουσῶν ἀλλήλων καὶ τῶν Μακεδόνων οὐκ ἀηδῶς ὁρώντων τὴν κάθοδον τοῦ βασιλέως, δείσας ὁ Κάσανδρος μήποτε φύσει πρὸς μεταβολὴν ὄντες ὀξεῖς οἱ Μακεδόνες αὐτομολήσωσι πρὸς τὸν Ἡρακλέα, διεπρεσβεύσατο πρὸς Πολυπέρχοντα.

καὶ περὶ μὲν τοῦ βασιλέως ἐπειρᾶτο διδάσκειν αὐτὸν ὅτι γινομένης τῆς καθόδου ποιήσει τὸ προσταττόμενον ὑφʼ ἑτέρων, συναγωνισάμενος δὲ αὐτῷ καὶ τὸν νεανίσκον ἀνελὼν παραχρῆμα μὲν ἀπολήψεται τὰς προγεγενημένας κατὰ Μακεδονίαν δωρεάς, εἶτα καὶ δύναμιν ἀναλαβὼν στρατηγὸς ἀποδειχθήσεται περὶ Πελοπόννησον καὶ πάντων τῶν ἐν τῇ δυναστείᾳ τῇ Κασάνδρου κοινωνὸς ἔσται, τιμώμενος διαφόρως. πέρας δὲ πολλαῖς καὶ μεγάλαις ἐπαγγελίαις πείσας τὸν Πολυπέρχοντα καὶ συνθήκας ἐν ἀπορρήτοις συνθέμενος προετρέψατο δολοψονῆσαι τὸν βασιλέα.

ὁ δὲ Πολυπέρχων ἀνελὼν τὸν νεανίσκον καὶ φανερῶς κοινοπραγῶν τοῖς περὶ τὸν Κάσανδρον τάς τʼ ἐν τῇ Μακεδονίᾳ δωρεὰς ἐκομίσατο καὶ κατὰ τὰς ὁμολογίας παρέλαβε στρατιώτας πεζοὺς μὲν Μακεδόνας τετρακισχιλίους,

ἱππεῖς δὲ Θετταλοὺς πεντακοσίους. προσλαβόμενος δὲ καὶ τῶν ἄλλων τοὺς βουλομένους ἐπεχείρησε μὲν διὰ

v.5.p.213
τῆς Βοιωτίας προάγειν εἰς Πελοπόννησον, ὑπὸ δὲ Βοιωτῶν καὶ Πελοποννησίων κωλυθεὶς ἀνέστρεψε καὶ προελθὼν εἰς Λοκροὺς ἐνταῦθα τὴν παραχειμασίαν ἐποιεῖτο.