Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δημητρίου τοῦ Φαληρέως τὴν ὕπατον ἀρχὴν ἐν Ῥώμῃ παρέλαβον Κόιντος Φάβιος τὸ δεύτερον καὶ Γάιος Μάρκιος. ἐπὶ δὲ τούτων Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεύων πυθόμενος τοὺς ἰδίους στρατηγοὺς ἀποβεβληκέναι τὰς ἐν Κιλικίᾳ πόλεις, πλεύσας μετὰ δυνάμεως ἐπὶ Φασήλιδα ταύτην μὲν ἐξεπολιόρκησεν, εἰς δὲ τὴν Λυκίαν παρακομισθεὶς Ξάνθον φρουρουμένην ὑπʼ Ἀντιγόνου κατὰ κράτος εἷλεν.

εἶτα τῇ Καύνῳ προσπλεύσας τὴν μὲν πόλιν παρέλαβε, τὰς δὲ ἀκροπόλεις φρουρουμένας τῇ βίᾳ κατισχύσας τὸ μὲν Ἡράκλειον ἐξεῖλε, τὸ δὲ Περσικὸν παραδόντων τῶν στρατιωτῶν ὑποχείριον ἐποιήσατο.

μετὰ δὲ ταῦτα εἰς τὴν Κῶν πλεύσας μετεπέμψατο Πτολεμαῖον, ὃς ὢν ἀδελφιδοῦς Ἀντιγόνου καὶ δύναμιν πεπιστευμένος τοῦτον μὲν κατέλιπε, πρὸς δὲ Πτολεμαῖον κοινοπραγίαν ἐτίθετο. πλεύσαντος δʼ ἐκ τῆς Χαλκίδος αὐτοῦ καὶ κομισθέντος εἰς Κῶν τὸ μὲν πρῶτον ὁ Πτολεμαῖος φιλανθρώπως αὐτὸν προσεδέξατο· εἶτα ὁρῶν πεφρονηματισμένον καὶ τοὺς ἡγεμόνας ὁμιλίαις καὶ δωρεαῖς ἐξιδιοποιούμενον, φοβηθεὶς μή τινα ἐπιβουλὴν μηχανήσηται, φθάσας αὐτὸν συνέλαβε καὶ πιεῖν κώνιον συνηνάγκασε. τοὺς δὲ συνηκολουθηκότας στρατιώτας ἐπαγγελίαις δημαγωγήσας κατέμιξε τοῖς μεθʼ ἑαυτοῦ στρατευομένοις.