Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Βυζαντίους μὲν γὰρ καὶ Σινωπεῖς καὶ τῶν ἄλλων Ἑλλήνων τῶν τὸν Πόντον οἰκούντων τοὺς πλείστους διετέλεσεν εὐεργετῶν· Καλλαντιανῶν δὲ πολιορκουμένων ὑπὸ Λυσιμάχου καὶ πιεζουμένων τῇ σπάνει τῶν ἀναγκαίων χιλίους ὑπεδέξατο τοὺς διὰ τὴν σιτοδείαν ἐκχωρήσαντας. οἷς οὐ μόνον τῆς καταφυγῆς παρέσχετο τὴν ἀσφάλειαν, ἀλλὰ καὶ πόλιν ἔδωκε κατοικεῖν, ἐπὶ δὲ τούτοις τὴν ὀνομαζομένην Ψόαν καὶ τὴν χώραν κατεκληρούχησεν.

ὑπὲρ δὲ τῶν πλεόντων τὸν Πόντον πόλεμον ἐξενέγκας πρὸς τοὺς λῃστεύειν εἰωθότας βαρβάρους Ἡνιόχους καὶ Ταύρους, ἔτι δʼ Ἀχαιοὺς καθαρὰν λῃστῶν ἀπέδειξε τὴν θάλασσαν, ὥστε μὴ μόνον κατὰ τὴν βασιλείαν, ἀλλὰ καὶ κατὰ πᾶσαν σχεδὸν τὴν οἰκουμένην, διαγγελλόντων τῶν ἐμπόρων τὴν μεγαλοψυχίαν, ἀπολαμβάνειν τῆς εὐεργεσίας καρπὸν κάλλιστον τὸν ἔπαινον.

προσεκτήσατο δὲ καὶ τῆς συνοριζούσης βαρβάρου πολλὴν καὶ τὴν βασιλείαν ἐπιφανεστέραν ἐπὶ πολὺ κατεσκεύασε. καθόλου δʼ ἐπεχείρησε πάντα τὰ περὶ τὸν Πόντον ἔθνη καταστρέφεσθαι καὶ τάχα ἂν ἐκράτησε τῆς ἐπιβολῆς, εἰ μὴ σύντομον ἔσχε τὴν τοῦ βίου τελευτήν. πέντε γὰρ ἔτη καὶ τοὺς ἴσους μῆνας βασιλεύσας κατέστρεψε

v.5.p.209
τὸν βίον, παραδόξῳ συμπτώματι χρησάμενος.

ἐκ γὰρ τῆς Σινδικῆς ἐπανιὼν εἰς τὴν οἰκείαν καὶ σπεύδων πρός τινα θυσίαν ἤλαυνε μὲν ἐπί τινος τεθρίππου πρὸς τὰ βασίλεια, τοῦ δʼ ἅρματος ὄντος τετρακύκλου καὶ σκηνὴν ἔχοντος συνέβη τοὺς ἵππους διαταραχθέντας ἐξενεγκεῖν αὐτόν. τοῦ γὰρ ἡνιόχου μὴ δυναμένου κρατῆσαι τῶν ἡνιῶν, φοβηθεὶς μὴ κατενεχθῇ πρὸς τὰς φάραγγας, ἐπεχείρησεν ἀφάλλεσθαι· ἐμπλακέντος δὲ τοῦ ξίφους εἰς τὸν τροχόν συνεφειλκύσθη τῇ φορᾷ καὶ παραχρῆμα ἐτελεύτησεν.