Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
ἀναζεύξαντος οὖν αὐτοῦ καὶ πλείους ἡμέρας ὁδοιποροῦντος Καρχηδόνιοι τὴν ἐκ Σικελίας διακομισθεῖσαν δύναμιν καὶ τὴν ἄλλην στρατιὰν προαγαγόντες πάλιν τὸν Τύνητα πολιορκεῖν ἐπεχείρησαν καὶ τῶν χωρίων οὐκ ὀλίγα τῶν ὑπὸ τοὺς πολεμίους ὄντων ἀνεκτήσαντο. Ἀγαθοκλῆς δέ, βιβλιαφόρων αὐτῷ παραγεγενημένων
ὡς δʼ ἀπέσχε τῶν πολεμίων σταδίους διακοσίους, κατεστρατοπέδευσε καὶ τοῖς στρατιώταις πυρὰ κάειν ἀπηγόρευσεν. χρησάμενος δὲ νυκτοπορίᾳ προσέπεσεν ἅμʼ ἡμέρᾳ τοῖς τε προνομεύουσι τὴν χώραν καὶ τοῖς ἐκτὸς τῆς παρεμβολῆς ἄνευ τάξεως πλανωμένοις καὶ φονεύσας μὲν ὑπὲρ δισχιλίους, ζωγρήσας δʼ οὐκ ὀλίγους πολλὰ πρὸς τὸ μέλλον ἐπλεονέκτησεν.
οἱ γὰρ Καρχηδόνιοι τῆς ἐκ Σικελίας προσγενομένης βοηθείας καὶ τῶν κατὰ Λιβύην συμμάχων συναγωνιζομένων ἐδόκουν ὑπερέχειν τῶν περὶ τὸν Ἀγαθοκλέα· τούτου δὲ ἐπὶ τοῦ προτερήματος γενομένου πάλιν συνεστάλη τὰ φρονήματα τῶν βαρβάρων. καὶ γὰρ Αἰλύμαν τὸν βασιλέα τῶν Λιβύων ἀποστάτην γενόμενον ἐνίκησεν μάχῃ καὶ τόν τε δυνάστην καὶ πολλοὺς τῶν βαρβάρων ἀνεῖλεν. καὶ τὰ μὲν περὶ Σικελίαν καὶ Λιβύην ἐν τούτοις ἦν.